22
ἀλλὰ μὲν οὕτως ἀναγκαῖα καὶ τοὺς ἀπεσβηκότας κομιδῇ γέροντας·, ἂν μόνον ἐμπνέωσιν, ἐξάπτει καὶ διανίστησιν ἐν δὲ τοῖς ἄλλοις ποτὲ μέν, ὥσπερ εἴρηται, παραιτούμενος ἐμμελὴς ἔσται τὰ γλίσχρα καὶ διακονικὰ καὶ μείζονας ἔχοντα τοῖς πράττουσιν ἀσχολίας ἢ διʼ οὓς πράττεται χρείας καὶ ὠφελείας· ἔστι δʼ ὅπου περιμένων καλέσαι καὶ ποθῆσαι καὶ μετελθεῖν οἴκοθεν τοὺς πολίτας ἀξιοπιστότερος δεομένοις κάτεισι. τὰ δὲ πλεῖστα καὶ παρὼν σιωπῇ τοῖς νεωτέροις λέγειν παρίησιν, οἷον βραβεύων φιλοτιμίας πολιτικῆς ἅμιλλαν ἐὰν δʼ ὑπερβάλλῃ τὸ μέτριον, καθαπτόμενος ἠπίως καὶ μετʼ εὐμενείας ἀφαιρῶν φιλονεικίας καὶ βλασφημίας καὶ ὀργάς, ἐν δὲ ταῖς γνώμαις τὸν ἁμαρτάνοντα παραμυθούμενος παραμυθούμενος] ἐπανορθούμενος W hic et paulo post (p. 53 lin. 8) ἄνευ ψόγου καὶ διδάσκων, ἐπαινῶν δʼ ἀφόβως ἀφόβως] ἀφθόνως R τὸν κατορθοῦντα καὶ νικώμενος ἑκουσίως καὶ προϊέμενος τὸ πεῖσαι καὶ περιγενέσθαι πολλάκις ὅπως αὐξάνωνται καὶ θαρσῶσιν, ἐνίοις δʼ καὶ συναναπληρῶν μετʼ εὐφημίας τὸ ἐλλεῖπον, ὡς ὁ Νέστωρ οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, Hom. I 55 ib. Ἀχαιοί idem: ἀχαιῶν οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο· μύθων, ἦ μὴν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάις εἴης.