26
παρὰ πάντα δὲ ταῦτα χρὴ μνημονεύειν, ὡς οὐκ ἔστι πολιτεύεσθαι μόνον τὸ ἄρχειν καὶ πρε σβεύειν καὶ μέγα βοᾶν ἐν ἐκκλησίᾳ καὶ περὶ τὸ βῆμα βακχεύειν λέγοντας ἢ γράφοντας, ἃ οἱ πολλοὶ τοῦ τοῦ] τὸ Coraes, del. R male, nam genetivus hic idem valet atque ἴδια τοῦ πολιτεύεσθαι πολιτεύεσθαι νομίζουσιν, ὥσπερ ἀμέλει καὶ φιλοσοφεῖν τοὺς ἀπὸ τοῦ δίφρου διαλεγομένους καὶ σχολὰς ἐπὶ βιβλίοις περαίνοντας· ἡ δὲ συνεχὴς ἐν ἔργοις καὶ πράξεσιν ὁρωμένη καθʼ ἡμέραν ὁμαλῶς ὁμαλῶς (i. e. ἴσως) Coraes: οὐδαμῶς πολιτεία καὶ φιλοσοφία λέληθεν αὐτούς. καὶ γὰρ τοὺς ἐν ταῖς στοαῖς ἀνακάμπτοντας περιπατεῖν φασιν, ὡς ἔλεγε Δικαίαρχος Δικαίαρχος] Mueller. 2. p. 226, οὐκέτι δὲ τοὺς εἰς ἀγρὸν ἢ πρὸς φίλον βαδίζοντας. ὅμοιον δʼ ἐστὶ τῷ φιλοσοφεῖν τὸ πολιτεύεσθαι. Σωκράτης γοῦν οὔτε βάθρα θεὶς οὔτʼ εἰς θρόνον καθίσας οὔθʼ ὥραν διατριβῆς ἢ περιπάτου τοῖς γνωρίμοις τεταγμένην φυλάττων, ἀλλὰ καὶ συμπαίζων συμπαίζων R: παίζων , ὅτε τύχοι, καὶ συμπίνων καὶ συστρατευόμενος ἐνίοις καὶ συναγοράζων, τέλος δὲ καὶ δεδεμένοςW: συνδεδεμένος καὶ πίνων τὸ φάρμακον, ἐφιλοσόφει πρῶτος ἀποδείξας τὸν βίον ἅπαντι χρόνῳ καὶ μέρει καὶ πάθεσι καὶ πράγμασιν ἁπλῶς ἅπασι φιλοσοφίαν δεχόμενον. οὕτω δὴ διανοητέον καὶ περὶ πολιτείας, ὡς τοὺς μὲν ἀνοήτους, οὐδʼ ὅταν στρατηγῶσιν ἢ γραμματεύωσιν ἢ δημηγορῶσι, πολιτευομένους ἀλλʼ ὀχλοκοποῦντας ἢ πανηγυρίζοντας στασιάζοντας ἢ λειτουργοῦντας ἀναγκαίως· τὸν δὲ κοινωνικὸν καὶ φιλάνθρωπον καὶ φιλόπολιν καὶ κηδεμονικὸν καὶ πολιτικὸν ἀληθῶς, κἂν μηδέποτε τὴν χλαμύδα περί; θηται, πολιτευόμενον ἀεὶ τῷ παρορμᾶν τοὺς δυναμένους τοὺς πράττειν δυναμένους R, ὑφηγεῖσθαι τοῖς δεομένοις, συμπαρεῖναι τοῖς βουλευομένοις, διατρέπειν τοὺς κακοπραγμονοῦντας, ἐπιρρωννύναι τοὺς εὐγνώμονας, φανερὸν εἶναι μὴ παρέργως προσέχοντα τοῖς κοινοῖς μηδʼ ὅπου σπουδή τις ἢ παράκλησις διὰ τὸ πρωτεῖον πρωτεῖον X versio: πρῶτον εἰς τὸ θέατρον βαδίζοντα καὶ τὸ βουλευτήριον, ἄλλως δὲ διαγωγῆς χάριν ὡς ἐπὶ θέαν ἢ ἀκρόασιν, ὅταν ἐπέλθῃ, παραγιγνόμενον, ἀλλά, κἂν μὴ παραγένηται τῷ σώματι, παρόντα τῇ γνώμῃ καὶ τῷ πυνθάνεσθαι τὰ μὲν ἀποδεχόμενον τοῖς δὲ δυσκολαίνοντα τῶν πραττομένων.