Thesauros Literature biography Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον Plutarch
27 οὐδὲ γὰρ Ἀθηναίων Ἀριστείδης οὐδὲ Ῥωμαίων Κάτων ἦρξε πολλάκις, ἀλλὰ πάντα τὸν αὑτῶν βίον ἐνεργὸν ἀεὶ· ταῖς πατρίσι παρέσχον. Ἐπαμεινώνδας δὲ πολλὰ μὲν καὶ μεγάλα κατώρθωσε στρατηγῶν, οὐκ ἔλαττον δʼ αὐτοῦ μνημονεύεται μηδὲ στρατηγοῦντος μηδʼ ἄρχοντος ἔργον περὶ Θετταλίαν, ὅτε τῶν στρατηγῶν εἰς τόπους χαλεποὺς; ἐμβαλόντων τὴν φάλαγγα καὶ θορυβουμένων (ἐπέκειντο γὰρ οἱ πολέμιοι βάλλοντες), ἀνακληθεὶς ἐκ τῶν ὁπλιτῶν πρῶτον μὲν ἔπαυσε θαρρύνας τὸν τοῦ στρατεύματος τάραχον καὶ φόβον, ἔπειτα διατάξας καὶ διαρμοσάμενος τὴν φάλαγγα συγκεχυμένην ἐξήγαγε ῥᾳδίως καὶ κατέστησεν ἐναντίαν τοῖς πολεμίοις, ὥστʼ ἀπελθεῖν ἐκείνους μεταβαλομένους. Ἄγιδος δὲ τοῦ βασιλέως ὠς ἐν Ἀρκαδίᾳ τοῖς πολεμίοις ἐπάγοντος ἤδη τὸ στράτευμα συντεταγμένον εἰς μάχην, τῶν πρεσβυτέρων τις Σπαρτιατῶν ἐπεβόησεν, ὅτι διανοεῖται κακὸν κακῷ ἰᾶσθαι, δηλῶν τῆς ἐξ Ἄργους ἐπαιτίου ὀᾶσθαι - ἐπαιτίου Thucydides (5, 65): ἰάσασθαι - ἐπετείου ἀναχωρήσεως τὴν παροῦσαν ἄκαιρον προθυμίαν ἀνάληψιν βουλόμενον βουλόμενον] βουλομένην idem εἶναι, ὡς ὁ Θουκυδίδης φησίν· ὁ δʼ Ἆγις ἀκούσας ἐπείσθη καὶ ἀνεχώρησε. Μενεκράτει δὲ Μενεκράτει δὲ Iannotius: μέν, ἐκράτει δέ καὶ δίφρος ἔκειτο καθʼ ἡμέραν παρὰ ταῖς θύραις τοῦ ἀρχείου, καὶ πολλάκις ἀνιστάμενοι πρὸς αὐτὸν οἱ Ἔφοροι διεπυνθάνοντο καὶ συνεβουλεύοντο 1 περὶ τῶν μεγίστων. ἐδόκει ἔμφρων εἶναι καὶ συνετὸς ἱστορεῖσθαι διὸ καὶ παντάπασιν καὶ συνετός· ἱστορεῖται δὲ καὶ ὅτι παντάπασιν κἑ Madvigius ἤδη τὴν, τοῦ σώματος ἐξημαυρωμένος δύναμιν καὶ τὰ πολλὰ κλινήρης διημερεύων, μεταπεμπομένων εἰς ἀγορὰν τῶν Ἐφόρων, ὥρμησε μὲν ἐξαναστὰς βαδίζειν, μόλις καὶ χαλεπῶς προερχόμενος, εἶτα παιδαρίοις ἐντυχὼν καθʼ ὁδόν, ἠρώτησεν, εἴ τι γινώσκουσιν ἀναγκαιότερον ὂν τοῦ πείθεσθαι δεσπότῃ· τῶν δὲ φησάντων τὸ μὴ δύνασθαι τοῦτο τῆς ὑπουργίας λογισάμενος πέρας ἀνέστρεψεν οἴκαδε. δεῖ γὰρ μὴ προαπολείπειν προαπολείπειν Coraes: προαπολιπεῖν τὴν προθυμίαν τῆς δυνάμεως, ἐγκαταλειφθεῖσαν δὲ μὴ βιάζεσθαι. καὶ μὴν Γαΐῳ Λαιλίῳ Σκιπίων ἐχρῆτο συμβούλῳ στρατηγῶν ἀεὶ καὶ πολιτευόμενος, ὥστε καὶ λέγειν ἐνίους ὑποκριτὴν τῶν πράξεων Σκιπίωνα ποιητὴν δὲ τὸν Γάιον εἶναι. Κικέρων δ’ αὐτὸς ὁμολογεῖ τὰ κάλλιστα καὶ μέγιστα τῶν συμβουλευμάτων βουλευμάτων L. Dindorfius, οἷς ὤρθωσεν ὑπατεύωνib. ita Passowius in Lexico: οἶς ὀρθῶς ἐνυπατευων τὴν πατρίδα, μετὰ Ποπλίου Νιγιδίου τοῦ φιλοσόφου συνθεῖναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme