Thesauros Literature biography Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον Plutarch
3 εἶτʼ ἐκείνους μὲν τηλικαῦτα πράττειν ὁ χρόνος οὐκ ἐκώλυεν, ἡμεῖς δʼ οἱ νῦν τρυφῶντες ἐν πολιτείαις, μὴ τυραννίδα μὴ πόλεμόν τινα μὴ πολιορκίαν ἐχούσαις, ἀπολέμους δʼ ἁμίλλας καὶ φιλοτιμίας νόμῳ τὰ πολλὰ καὶ λόγῳ μετὰ δίκης περαινομένας, ἀπο-· δειλιῶμεν; οὐ μόνον στρατηγῶν τῶν τότε καὶ δημαγωγῶν, ἀλλὰ καὶ ποιητῶν καὶ σοφιστῶν καὶ ὑποκριτῶν ὁμολογοῦντες εἶναι κακίους· εἴγε Σιμωνίδης μὲν ἐν γήρᾳ χοροῖς ἐνίκα, ὡς ὡς *: καὶ τοὐπίγραμμα δηλοῖ τοῖς τελευταίοις ἔπεσιν ἀμφὶ διδασκαλίῃ δὲ δὲ] om. mei Σιμωνίδῃ ἕσπετο κῦδος Bergk. 3 p. 496 ὀγδωκονταέτει παιδὶ Λεωπρέπεος. Σοφοκλῆς δὲ λέγεται μὲν ὑπὸ παίδων παίδων X: πολλῶν παρανοίας δίκην φεύγων ἀναγνῶναι τὴν ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ Κολωνῷ Coraes: Κολωνοῦ πάροδον, ᾗ ᾗ] malim ἡς ἐστιν ἀρχὴ εὐίππου, ξένε, τᾶσδε χώρας ἔνθ’ ἁ: ἔνθα etiam Sophoclis cod. ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα, τὸν ἀργῆτα Κολωνόν, ἔνθʼ ἁ λίγεια λιγεῖα Nauckius μινύρεται θαμίζουσα μάλιστʼ ἀηδὼν χλωραῖς ὑπὸ βάσσαις. θαυμαστοῦ δὲ τοῦ μέλους φανέντος, ὥσπερ ἐκ θεάτρου τοῦ δικαστηρίου προπεμφθῆναι μετὰ κρότου καὶ βοῆς τῶν παρόντων. τουτὶ δʼ ὁμολογουμένως Σοφοκλέους ἐστὶ τοὐπιγραμμάτιον*: τὸ ἐπιγραμμάτιον ᾠδὴν Ἡροδότῳ τεῦξεν Σοφοκλῆς ἐτέων ὢν Bergk. 2 p. 245 πέντʼ ἐπὶ πεντήκοντα. Φιλήμονα δὲ τὸν κωμικὸν καὶ Ἀλεξιν ἐπὶ τῆς σκηνῆς ἀγωνιζομένους καὶ στεφανουμένους ὁ θάνατος κατέλαβε. πῶλον δὲ τὸν τραγῳδὸν Ἐρατοσθένης καὶ Φιλόχορος ἱστοροῦσιν ἑβδομήκοντʼ ἔτη γεγενημένον ὀκτὼ τραγῳδίας ἐν τέτταρσιν ἡμέραις διαγωνίσασθαι μικρὸν ἔμπροσθεν τῆς τελευτῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme