Thesauros Literature biography Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον

Εἰ πρεσβυτέρῳ πολιτευτέον Plutarch
1 ὅτι μέν, ὦ Εὔφανες, ἐπαινέτης ὢν Πινδάρου πολλάκις ἔχεις διὰ στόματος ὡς εἰρημένον εὖ καὶ πιθανῶς ὑπʼ αὐτοῦ τιθεμένων ἀγώνων πρόφασις Bergk. 1 p. 456 ἀρετὰνante ἀρετὰν aliquid intercidisse numerus versus arguit Bergkius ἐς ἐς Pindarus: εἰς αἰπὺν ἔβαλε σκότον οὐκ ἀγνοοῦμεν. ἐπειδὴ δὲ πλείστας αἱ πρὸς τοὺς πολιτικοὺς ἀγῶνας ἀποκνήσεις καὶ μαλακίαι προφάσεις ἔχουσαι τελευταίαν ὥσπερ τὴν ἀφʼ ἱερᾶςcf. Leutsch. 2 p. 320 ἐπάγουσιν ἡμῖν τὸ γῆρας, καὶ μάλιστα δὴ τούτῳ τὸ φιλότιμον ἀμβλύνειν καὶ δυσωπεῖν δοκοῦσαι πείθουσιν εἶναί τινα πρέπουσαν οὐκ ἀθλητικῆς μόνον ἀλλὰ καὶ πολιτικῆς περιόδου κατάλυσιν οἴομαι δεῖν ἃ πρὸς ἐμαυτὸν ἑκάστοτε λογίζομαι καὶ πρὸς σὲ διελθεῖν περὶ τῆς πρεσβυτικῆς πολιτείας· ὅπως; μηδέτερος ἀπολείψει τὴν μακρὰν συνοδίαν μέχρι δεῦρο κοινῇ προερχομένην μηδὲ τὸν πολιτικὸν βίον ὥσπερ ἡλικιώτην καὶ συνήθη φίλον ἀπορρίψας μεταβαλεῖταιDuebnerus: μεταβάληται πρὸς ἄλλον ἀσυνήθη καὶ χρόνον οὐκ ἔχοντα συνήθη γενέσθαι καὶ οἰκεῖον, ἀλλʼ ἐμμενοῦμεν οἷς ἀπʼ ἀρχῆς προειλόμεθα, ταὐτὸ τοῦ ζῆν καὶ τοῦ ἀν σενι ρεσπιιβλιξα ʽʼἐερενδα σιτ. καλῶς ζῆν ποιησάμενοι πέρας εἴ γε δὴ μὴ μέλλοιμεν ἐν βραχεῖ τῷ λειπομένῳ τὸν πολὺν ἐλέγγειν χρόνον, · ὡς ἐπʼ οὐδενὶ καλῷ μάτην ἀνηλωμένον. οὐ γὰρ ἡ τυραννίς, ὥς τις εἶπε Διονυσίῳ, καλὸν ἐντάφιον καλὸν ἐντάφιον] cf. Isocr. 6, 125· ἀλλʼ ἐκείνῳ γε γε] μὲν R τὴν μοναρχίαν μετὰ τῆς ἀδικίας τὸ γε μὴ παύσασθαι συμφορὰν τελεωτέραν ἐποίησε. καὶ καλῶς καλῶς Emperius: καθὼς Διογένης ὕστερον ἐν Κορίνθῳ τὸν υἱὸν αὐτοῦ θεασάμενος, ἰδιώτην ἐκ τυράννου γεγενημένον ὡς ἀναξίως ἔφη Διονύσιε, σεαυτοῦ πράττεις· οὐ γὰρ ἐνταῦθά σε μεθʼ ἡμῶν ἔδει ζῆν ἐλευθέρως καὶ ἀδεῶς, ἀλλʼ ἐκεῖ τοῖς τυραννείοις ἐγκατῳκοδομημένον ὥσπερ ὁ πατὴρ ἄχρι γήρως ἐγκαταβιῶσαι πολιτεία δὲ δημοκρατικὴ καὶ νόμιμος ἀνδρὸς εἰθισμένου παρέχειν αὑτὸν οὐχ ἧττον ἀρχόμενον ὠφελίμως ἢ ἄρχοντα καλὸν ἐντάφιον ὡς ἀληθῶς τὴν ἀπὸ τοῦ βίου δόξαν τῷ θανάτῳ προστίθησι τοῦτο γάρ ἔσχατον δύεται κατὰ γᾶςBergk. 2 p. 417 ὥς φησι Σιμωνίδης, πλὴν ὧν προαποθνήσκει τὸ φιλάνθρωπον καὶ φιλόκαλον καὶ προαπαυδᾷ τῆς τῶν ἀναγκαίων ἐπιθυμίας ὁ τῶν καλῶν ζῆλος, ὡς τὰ πρακτικὰ μέρη καὶ θεῖα τῆς ψυχῆς ἐξιτηλότερα τῶν παθητικῶν καὶ σωματικῶν ἐχούσης· ὅπερ ὅπερ] διόπερ W οὐδὲ λέγειν καλὸν οὐδʼ ἀποδέχεσθαι τῶν τῶν] δεῖ τῶν Duebnerus λεγόντων, ὡς κερδαίνοντες μόνον οὐ κοπιῶμεν ἀλλὰ καὶ τὸ τοῦ Θουκυδίδου παράγειν ἐπὶ τὸ βέλτιον, μὴ τὸ φιλότιμον ἀγήρωνThucydides 2, 44, 4: ἀγήρω μόνον ἡγουμένους, ἀλλὰ μᾶλλον τὸ κοινωνικὸν καὶ πολιτικόν, ὃ καὶ μύρμηξιν ἄχρι τέλους παραμένει καὶ μελίτταις· οὐδεὶς γὰρ πώποτʼ πώποτε accessit ex Stob. 45, 20 εἶδεν εἶδεν idem: οἶδεν ὑπὸ γήρως κηφῆνα γενομένην μέλιτταν, ὥσπερ ἔνιοι τοὺς πολιτικοὺς ἀξιοῦσιν, ὅταν παρακμάσωσιν, οἴκοι σιτουμένους καθῆσθαι καὶ ἀποκεῖσθαι, καθάπερ ἰῷ σίδηρον ὑπʼ ἀργίας τὴν πρακτικὴν ἀρετὴν σβεννυμένην περιορῶντας. ὁ γὰρ Κάτων Κάτων] cf. Vit. Cat. ma. c. 9 ἔλεγεν, ὅτι πολλὰς ἰδίας ἔχοντι τῷ γήρᾳ κῆρας οὐ δεῖ τὴν ἀπὸ τῆς κακίας ἑκόντας ἐπάγειν αἰσχύνην· πολλῶν δὲ κακιῶν οὐδεμιᾶς ἧττον ἀπραξία καὶ δειλία καὶ μαλακία καταισχύνουσιν ἄνδρα πρεσβύτην, ἐκ πολιτικῶν ἀρχείων καταδυόμενον εἰς οἰκουρίαν γυναικῶν ἢ κατʼ ἀγρὸν ἐφορῶντα καλαμητρίδαςCoraes: καλαμητρίας καὶ θεριστάς· ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματαEur. Phoen. 1688 τὸ μὲν γὰρ ἐν γήρᾳ πολιτείας ἄρχεσθαι καὶ μὴ πρότερον, ὥσπερ ἀλλ’ ὥσπερ Hauptius Ἐπιμενίδην λέγουσι κατακοιμηθέντα νεανίαν ἐξεγρέσθαι ἐξέγρεσθαι mei γέροντα μετὰ πεντήκοντα ἔτη· εἶτα τὴν εἶτα τὴν *: οὔτ ἂν οὕτω μακρὰν καὶ συμβεβιωκυῖανR: συμβεβηκυῖαν ἡσυχίαν ἀποθέμενον ἐμβαλεῖν ἑαυτὸν εἰς ἀγῶνας καὶ ἀσχολίας, ἀήθη καὶ ἀγύμναστον ὄντα καὶ μήτε πράγμασιν ἐνωμιληκότα πολιτικοῖς μήτʼ ἀνθρώποις, ἴσως ἂν αἰτιωμένῳ τινὶ παράσχοι τὸ τῆς Πυθίας εἰπεῖν ὄψʼ ὄψʼ Hauptius: ὀψέ μʼ (an ὄψιμʼ?) cf. Leutsch. 2 p. 598. Nauck. Bemerk. zu Kock. Fr. Com. p. 175 ἦλθες ἀρχὴν καὶ δημαγωγίαν διζήμενος, καὶ παρʼ ὥραν στρατηγίου κόπτεις θύραν, ὥσπερ τις ἀτεχνότερος ἀτεχνότερος] sanum est ut vid. cf. Plat. de Legg. p. 679a: ἀτεχνότεροι μὲν καὶ ἀμαθέστεροι ὢν νύκτωρ ἐπίκωμος ἀφιγμένος, ἢ ξένος οὐ τόπον οὐδὲ χώραν ἀλλὰ βίον, οὗ μὴ οὖ μὴ] οὐ μὴν mei πεπείρασαι, μεταλλάττων μεταλλάττειν idem. τὸ γάρ πόλις ἄνδρα διδάσκειBergk. 3 p. 418 κατὰ Σιμωνίδην ἀληθές ἐστιν ἐπὶ τῶν ἔτι χρόνον ἐχόντων μεταδιδαχθῆναι καὶ μεταμαθεῖν μάθημα, διὰ πολλῶν ἀγώνων καὶ πραγμάτων μόλις ἐκπονούμενον, ἄνπερ ἐν καιρῷ φύσεως ἐπιλάβηται καὶ πόνον ἐνεγκεῖν καὶ δυσημερίαν εὐκόλως δυναμένης. ταῦτα δόξει τις μὴ κακῶς λέγεσθαι πρὸς τὸν ἀρχόμενον ἐν γήρᾳ πολιτείας.
1 / 27 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme