Thesauros Literature biography Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα Plutarch
18 οὐ μόνον δὲ δεῖ παρέχειν αὑτόν τε καὶ τὴν πατρίδα πρὸς τοὺς ἡγεμόνας ἀναίτιον, ἀλλὰ καὶ φίλον ἔχειν ἀεί τινα τῶν ἄνω δυνατωτάτων τῶν ἄνω δυνατωτάτων] alterutrum scrib. aut τῶν ἄνω (quod praestat) aut τῶν δυνατωτάτων. In Palatino ἄνω supra est scriptum pr. m. , ὥσπερ ἕρμα τῆς πολιτείας βέβαιον· αὐτοὶ αὐτοὶ] τοιοῦτοι correctio est γάρ εἰσι Ῥωμαῖοι πρὸς· τὰς πολιτικὰς σπουδὰς προθυμότατοι τοῖς φίλοις καὶ καρπὸν ἐκ φιλίας ἡγεμονικῆς λαμβάνονταςX: λαμβάνοντες , οἷον ἔλαβε Πολύβιος καὶ Παναίτιος τῇ Σκιπίωνος εὐνοίᾳ πρὸς αὐτοὺς αὐτοὶς *: αὐτοὺς μεγάλα τὰς πατρίδας ὠφελήσαντες, εἰς εὐδαιμονίαν δημοσίαν εὐδαιμονίαν δημοσίαν scripsi (δημοσίαν εὐδαιμονίαν W): εὐδαιμονίαν ἐξενέγκασθαι καλόν. ἄρειόν τε Καῖσαρ, ὅτε τὴν Ἀλεξάνδρειαν εἷλε, διὰ χειρὸς ἔχων καὶ μόνῳ προσομιλῶν τῶν συνήθων συνεισήλασεν, εἶτα τοῖς Ἀλεξανδρεῦσι τὰ ἔσχατα προσδοκῶσι καὶ δεομένοις ἔφη διαλλάττεσθαι διά τε τὸ μέγεθος τῆς πόλεως καὶ διὰ τὸν οἰκιστὴν Ἀλέξανδρον, καὶ τρίτον ἔφη τῷ φίλῳ μου τούτῳ χαριζόμενος. ἆρὰ γʼ ἄξιον τῇ χάριτι ταύτῃ παραβαλεῖν τὰς πολυταλάντους ἐπιτροπὰς καὶ διοικήσεις τῶν ἐπαρχιῶν, ἃς διώκοντες οἱ πολλοὶ γηράσκουσι πρὸς ἀλλοτρίαις θύραις, τὰ οἴκοι προλιπόντες· ἢ τὸν Εὐριπίδην Εὐριπίδην] cf. Phoeniss. 521 ἐπανορθωτέον ᾄδοντα καὶ λέγοντα, ὡς εἴπερ ἀγρυπνεῖν χρὴ καὶ φοιτᾶν ἐπʼ αὔλειον ἑτέρου καὶ ὑποβάλλειν ἑαυτὸν ἡγεμονικῇ συνηθείᾳ, πατρίδος πέρι κάλλιστον ἐπὶ ταῦτα χωρεῖν, τὰ δʼ ἄλλα τὰς ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις φιλίας ἀσπάζεσθαι καὶ φυλάττειν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme