20
ἱερὸν δὲ χρῆμα καὶ μέγα πᾶσαν ἀρχὴν οὖσαν καὶ ἄρχοντα δεῖ μάλιστα τιμᾶν, τιμὴ δʼ ἀρχῆς ὁμοφροσύνη καὶ φιλία ʼπρὸς συνάρχοντας πολὺ μᾶλλον ἢ στέφανοι καὶ χλαμὺς περιπόρφυρος. οἱ δὲ τὸ συστρατεύσασθαι καὶ συνεφηβεῦσαι φιλίας ἀρχὴν τιθέμενοι, τὸ δὲ συστρατηγεῖν καὶ συνάρχειν ἔχθρας αἰτίαν λαμβάνοντες, ἓν τῶν τριῶν κακῶν οὐ διαπεφεύγασιν· ἢ γὰρ ἴσους ἡγούμενοι τοὺς συνάρχοντας αὐτοὶ στασιάζουσιν ἢ κρείττονας φθονοῦσιν ἢ ταπεινοτέρους καταφρονοῦσι. δεῖ δὲ καὶ θεραπεύειν τὸν κρείττονα καὶ κοσμεῖν τὸν ἥττονα καὶ τιμᾶν τὸν ὅμοιον, ἀσπάζεσθαι δὲ καὶ φιλεῖν ἅπαντας, ὡς οὐ διὰ τραπέζης οὐ διὰ τραπέχης κἑ] cf. Kock. 3 p. 495 οὐδὲ κώθωνος οὐδʼ ἐφʼ ἑστίας, ἀλλὰ κοινῇ καὶ δημοσίᾳ ψήφῳ φίλους γεγονότας καὶ τρόπον τινὰ πατρῴαν τὴν ἀπὸ τῆς πατρίδος εὔνοιαν ἔχοντας. ὁ γοῦν Σκιπίων ἤκουσεν ἐν Ῥώμῃ κακῶς, ὅτι φίλους ἑστιῶν ἐπὶ τῇ καθιερώσει τοῦ Ἡρακλείου τὸν συνάρχοντα Μόμμιον οὐ παρέλαβε· καὶ γάρ, εἰ τἄλλα μὴ φίλους ἐνόμιζον ἑαυτούς, ἐν τοῖς γε τοιούτοις ἠξίουν τιμᾶν καὶ φιλοφρονεῖσθαι διὰ τὴν ἀρχήν. ὅπου τοίνυν ἀνδρὶ τἄλλα θαυμασίῳ τῷ Σκιπίωνι μικρὸν οὕτω φιλανθρώπευμα παραλειφθὲν ὑπεροψίας ἤνεγκε δόξαν, ἦπου κολούων ἄν τις ἀξίωμα συνάρχοντος ἢ πράξεσιν ἐχούσαις φιλοτιμίαν ἐπηρεάζων ἢ πάντα. συλλήβδην ἀνατιθεὶς ἅμα καὶ περιάγων ὑπʼ αὐθαδείας εἰς ἑαυτὸν ἐκείνου δʼ ἀφαιρούμενος, ἐπιεικὴς ἂν φανείη καὶ μέτριος; μέμνημαι νέον ἐμαυτὸν ἔτι πρεσβευτὴν μεθʼ ἑτέρου πεμφθέντα πρὸς ἀνθύπατον,ʼ ἀπολειφθέντος δέ πως ἐκείνου, μόνον ἐντυχόντα καὶ διαπραξάμενον ὡς οὖν ἔμελλον ἐπανελθὼν ἀποπρεσβεύειν, ἀναστὰς ἀναστὰς] fort. παραστὰς ὁ πατὴρ κατʼ ἰδίαν ἐκέλευσε μὴ λέγειν ᾠχόμην ἀλλʼ ᾠχόμεθα, μηδʼ εἶπον ἀλλʼ εἴπομεν, καὶ τἄλλα συνεφαπτόμενον οὕτω καὶ κοινούμενον ἀπαγγέλλειν. οὐ γὰρ μόνον ἐπιεικὲς τὸ τοιοῦτον καὶ φιλάνθρωπόν ἐστιν, ἀλλὰ καὶ τὸ λυποῦν τὸν φθόνον ἀφαιρεῖ τῆς δόξης;. ὅθεν οἱ μεγάλοι καὶ δαίμονα καὶ τύχην τοῖς κατορθώμασι συνεπιγράφουσιν, ὡς Τιμολέων ὁ τὰς ἐν Σικελίᾳ καταλύσας τυραννίδας Αὐτοματίας ἱερὸν ἱδρύσατο · καὶ Πύθων ἐπὶ τῷ Κότυν ἀποκτεῖναι θαυμαζόμενος καὶ τιμώμενος ὑπὸ τῶν Ἀθηναίων ὁ θεός ἔφη ταῦτʼ ἔπραξε, τὴν χεῖρα παρʼ ἐμοῦ χρησάμενος. Θεόπομπος δʼ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων πρὸς τὸν εἰπόντα σῴζεσθαι τὴν Σπάρτην διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας μᾶλλον ἔφη διὰ τοὺς πολλοὺς πειθαρχικοὺς ὄντας .