Thesauros Literature biography Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα Plutarch
2 πρῶτον μὲν οὖν ὑποκείσθω πολιτείᾳ καθάπερ πραεξεπτα Οερενδαε ρειπωιβλιξαε. ἔδαφος βέβαιον καὶ ἰσχυρὸν ἡ προαίρεσις ἀρχὴν ἔχουσα κρίσιν καὶ λόγον, ἀλλὰ πτοίαν ὑπὸ δόξης κενῆς ἢ φιλονεικίας τινὸς; ἢ πράξεων ἑτέρων ἀπορίας. ὥσπερ γὰρ οἷς οὐδὲν ἔστιν οἴκοι χρηστόν, ἐν ἀγορᾷ διατρίβουσι, κἂν μὴ δέωνται, τὸν πλεῖστον χρόνον· οὕτως ἔνιοι τῷ μηδὲν ἔχειν ἴδιον ἄλλο πράττειν ἄξιον σπουδῆς ἐμβάλλουσιν ἑαυτοὺς εἰς δημόσια πράγματα, τῇ πολιτείᾳ διαγωγῇ χρώμενοι. πολλοὶ δʼ ἀπὸ τύχης ἁψάμενοι τῶν κοινῶν καὶ ἀναπλησθέντες οὐκέτι ῥᾳδίως ἀπελθεῖν δύνανται, ταὐτὸ καὶ ταὐτὸ Coraes τοῖς ἐμβᾶσιν εἰς πλοῖον αἰώρας χάριν εἶτʼ ἀποσπασθεῖσιν εἰς πέλαγος πεπονθότες· ἔξω βλέπουσι ναυτιῶντες καὶ ταραττόμενοι, μένειν δὲ δὲ] abesse malim καὶ χρῆσθαι τοῖς παροῦσιν ἀνάγκην ἔχοντες λευκᾶς καθύπερθε γαλάνας Bergk. 3 p. 396 εὐπρόσωποι σφᾶς παρήισαν παρήισαν] παρήιξαν M. παράιξαν Bergkius. Malim παρίεσαν cum X ἔρωτες ναΐας κλαΐδοςib. κλαϊδος Hermannus: κληίδος χαραξιπόντου χαραξιπόντου X: χαράξει πόντου δαιμονίαν ἐς ὕβριν. οὗτοι καὶ μάλιστα διαβάλλουσι τὸ πρᾶγμα τῷ μετανοεῖν καὶ ἀσχάλλειν, ὅταν ἢ δόξαν ἐλπίσαντες ἀδοξίᾳ περιπέσωσιν, ἢ φοβεροὶ προσδοκήσαντες ἑτέροις ἔσεσθαι διὰ δύναμιν εἰς πράγματα κινδύνους ἔχοντα καὶ καὶ posterius R ταραχὰς; ἄγωνται. ὁ δʼ ὡς μάλιστα προσῆκον ἑαυτῷ καὶ κάλλιστον ἔργον ἀπὸ γνώμης καὶ λογισμῷ τὰ κοινὰ πράσσειν ἀρξάμενος ὑπʼ οὐδενὸς ἐκπλήττεται τούτων οὐδʼ ἀναστρέφεται ἀνατρέπεται Iunius τὴν γνώμην. οὔτε οὔτε Coraes: οὐδὲ γὰρ ἐπʼ ἐργασίᾳ καὶ χρηματισμῷ προσιτέον τοῖς κοινοῖς, ὡς οἱ περὶ Στρατοκλέα καὶ Δρομοκλείδην ἐπὶ τὸ χρυσοῦν θέρος θέρος] δέρος Salmasius, τὸ βῆμα μετὰ παιδιᾶς οὕτως ὀνομάζοντες, ἀλλήλους παρεκάλουν οὔθʼ οἷον ἐπιλήπτους ὑπὸ πάθους ἄφνω γενομένους, ὡς Γάιος Γράκχος ἐπὶ θερμοῖς τοῖς περὶ τὸν ἀδελφὸν ἀτυχήμασιν ἀπωτάτω τῶν κοινῶν τὸν βίον θέμενος, εἶθʼ ὕβρει τινῶν καὶ λοιδορίᾳ πρὸς αὐτὸν ἀναφλεχθεὶς ὑπʼ ὀργῆς, ἐνέπεσε τοῖς κοινοῖς· καὶ ταχὺ μὲν ἐπλήσθη πραγμάτων καὶ δόξης, ζητῶν δὲ παύσασθαι καὶ δεόμενος μεταβολῆς καὶ ἡσυχίας οὐχ εὗρε καταθέσθαι τὴν δύναμιν αὐτοῦ διὰ μέγεθος ἀλλὰ προαπώλετο· τούς τε πρὸς ἅμιλλαν ἢ δόξαν ὥσπερ ὑποκριτὰς εἰς θέατρον ἀναπλάττοντας ἑαυτοὺς ἀνάγκη μετανοεῖν, ἢ δουλεύοντας ὧν ἄρχειν ἀξιοῦσιν ἢ προσκρούοντας οἷς ἀρέσκειν ἐθέλουσιν. ἀλλʼ ὥσπερ εἰς φρέαρ οἶμαι τὴν πολιτείαν τοὺς μὲν ἐμπίπτοντας αὐτομάτως καὶ παραλόγως ταράττεσθαι καὶ μετανοεῖν, τοὺς δὲ καταβαίνοντας ἐκ παρασκευῆς καὶ λογισμοῦ καθʼ ἡσυχίαν χρῆσθαί τε τοῖς πράγμασι μετρίως καὶ πρὸς μηδὲν δυσκολαίνειν, ἅτε δὴ τὸ καλὸν αὐτὸ καὶ μηδὲν ἄλλο τῶν πράξεων ἔχοντας τέλος·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme