Thesauros Literature biography Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα Plutarch
22 δημοτικὸν δὲ καὶ βλασφημίαν ἐνεγκεῖν καὶ ὀργὴν ἄρχοντος ἢ τὸ τοῦ. Διομήδους ὑπειπόντα, τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεταιHom. Δ 418 ἢ τὸ τοῦ Δημοσθένους Δημοσθένους] 21, 524, ὅτι νῦν οὐκ ἔστι Δημοσθένης μόνον ἀλλὰ καὶ θεσμοθέτης ἢ χορηγὸς ἢ στεφανηφόρος;. ἀναθετέον οὖν τὴν ἄμυναν εἰς τὸν χρόνον εἰς τὸν οἰκεῖον χρόνον R ἢ γὰρ ἐπέξιμεν ἀπαλλαγέντι τῆς ἀρχῆς ἢ κερδανοῦμεν ἐν τῷ περιμένειν τὸ παύσασθαι τῆς ὀργῆς.
23 σπουδῇ μέντοι καὶ προνοίᾳ· περὶ τὰ κοινὰ καὶ φροντίδι πρὸς ἅπασαν ἀρχὴν ἀεὶ διαμιλλητέον, ἂν μὲν ὦσι χαρίεντες, αὐτὸν ὑφηγούμενον ἃ δεῖ καὶ φράζοντα καὶ διδόντα χρῆσθαι τοῖς βεβουλευμένοις ὀρθῶς καὶ τὸ κοινὸν εὐδοκιμεῖν ὠφελοῦντα 25, ἐὰν δʼ ἐνῇ τις ἐκείνοις ὄκνος ἢ μέλλησις ἢ κακοήθεια πρὸς τὴν πρᾶξιν, οὕτω χρὴ παρεῖναιscr. vid. παριέναι καὶ λέγειν αὐτὸν εἰς τοὺς πολλοὺς καὶ μὴ παραμελεῖν μηδʼ ὑφίεσθαι τῶν κοινῶν, ὡς, οὐ προσῆκον, ἄρχοντος ἑτέρου, πολυπραγμονεῖν καὶ παραδιοικεῖν. ὁ γὰρ νόμος ἀεὶ τῷ τὰ δίκαια πράσσοντι καὶ γιγνώσκοντι τὰ συμφέροντα τὴν πρώτην τάξιν ἐν τῇ πολιτείᾳ δίδωσιν. ἦν δέ τις φησὶν ἐν τῷ στρατεύματι Ξενοφῶν Ξενοφῶν] Exped. 3, 1, 4, οὔτε στρατηγὸς οὔτε λοχαγός ἀλλὰ τῷ φρονεῖν τὰ δέοντα καὶ τολμᾶν αὑτὸν εἰς τὸ ἄρχειν καταστήσας διέσῳσε τοὺς Ἕλληνας. καὶ τῶν Φιλοποίμενος ἔργων ἐπιφανέστατόν ἐστι τό, τοῦ Νάβιδος τοῦ Νάβιδος M: ἄγιδος τοῦ αὔιδος aut ἀγιδος cf. Praefat. p. XL et Vit Philop. c. 12 Μεσσήνην καταλαβόντος; οὐκ ἐθέλοντος δὲ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν βοηθεῖν ἀλλʼ ἀποδειλιῶντος, αὐτὸν ὁρμήσαντα μετὰ τῶν προθυμοτάτων ἄνευ · δόγματος ἐξελέσθαι τὴν πόλιν. οὐ μὴν διὰ μικρὰ δεῖ καὶ τὰ τυχόντα καινοτομεῖν, ἀλλʼ ἐπὶ τοῖς ἀναγκαίοις ὡς ὁ Φιλοποίμην, ἢ τοῖς καλοῖς ὡς Ἐπαμεινώνδας, ἐπιβαλὼν τέτταρας μῆνας τῇ βοιωταρχίᾳ παρὰ τὸν νόμον, ἐν οἷς εἰς τὴν Λακωνικὴν ἐνέβαλε καὶ τὰ περὶ Μεσσήνην ἔπραξεν· ὅπως, κἂν ἀπαντᾷ τις ἐωξὶ τούτῳ κατηγορία καὶ μέμψις,; ἀπολογίαν τῆς αἰτίας τὴν ἀνάγκην ἔχωμεν ἢ παραμυθίαν τοῦ κινδύνου τὸ μέγεθος τῆς πράξεως καὶ τὸ κάλλος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme