Thesauros Literature biography Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα Plutarch
24 Ἰάσονος τοῦ Θεσσαλῶν μονάρχου γνώμην ἀπομνημονεύουσιν, ἐφʼ οἷς ἐβιάζετο καὶ παρηνώχλει τινάς, ἀεὶ λεγομένην, ὡς ἀναγκαῖον ἀδικεῖν τὰ μικρὰ τοὺς βουλομένους τὰ μεγάλα δικαιοπραγεῖν. τοῦτον μὲν οὖν ἄν τις εὐθὺς καὶ καταμάθοι τὸν λόγον ὡς ἔστι δυναστευτικός· ἐκεῖνο δὲ πολιτικώτερον παράγγελμα, τὸ τὰ μικρὰ τοῖς πολλοῖς προΐεσθαι χαριζόμενον ἐπὶ τῷ τοῖς μείζοσιν ἐνίστασθαι καὶ κωλύειν ἐξαμαρτάνοντας. ὁ γὰρ αὖ περὶ πάντα λίαν ἀκριβὴς καὶ σφοδρός, οὐδὲν ὑποχωρῶν οὐδʼ ὑπείκων ἀλλὰ τραχὺς ἀεὶ καὶ ἀπαραίτητος, ἀντιφιλονεικεῖν τὸν δῆμον αὐτῷ καὶ προσδυσκολαίνειν ἐθίζει, μικρὸν δέουib. δέον *: δέ Nauckius dubitat an sola verba χαλάσαι - ἀλκῇ poetae tribuenda sint ποδὸς χαλάσαι μεγάλῃ κύματος ἀλκῇNauck. p. 918 τὰ μὲν αὐτὸν ἐνδιδόντα καὶ συμπαίζοντα, κεχαρισμένως οἷον ἐν θυσίαις καὶ ἀγῶσι καὶ θεάτροις, τὰ δʼ ὥσπερ ἐν οἰκίᾳ νέων ἁμαρτήματα προσποιούμενον παρορᾶν καὶ παρακούειν, ὅπως ἡ τοῦ νουθετεῖν καὶ παρρησιάζεσθαι δύναμις ὥσπερ φαρμάκου μὴ κατακεχρημένη μηδʼ ἕωλος ἀλλʼ ἀκμὴν ἔχουσα καὶ πίστιν ἐν τοῖς μείζοσι μᾶλλον καθάπτηται καὶ δάκνῃ τοὺς πολλούς. Ἀλέξανδρος μὲν γὰρ ἀκούσας τὴν ἀδελφὴν ἐγνωκέναι τινὰ τῶν καλῶν καὶ νέων οὐκ ἠγανάκτησεν εἰπών, ὅτι κἀκείνῃ τι δοτέον ἀπολαῦσαι τῆς βασιλείας· οὐκ ὀρθῶς τὰ τοιαῦτα συγχωρῶν οὐδʼ ἀξίως ἑαυτοῦ· δεῖ γὰρ ἀρχῆς τὴν κατάλυσιν καὶ ὕβριν ἀπόλαυσιν μὴ νομίζειν. δήμῳ δʼ ὕβριν μὲν οὐδεμίαν εἰς πολίτας οὐδὲ δήμευσιν ἀλλοτρίων οὐδὲ κοινῶν διανέμησιν ὁ πολιτικὸς ἐφήσει κατὰ δύναμιν, ἀλλὰ πείθων καὶ διδάσκων καὶ δεδιττόμενος διαμαχεῖται ταῖς τοιαύταις ἐπιθυμίαις, οἵας οἱ περὶ Κλέωνα βόσκοντες καὶ αὔξοντες πολύν, ὥς φησιν ὁ Πλάτων Πλάτων] Rep. p. 552c. d, κηφῆνα τῇ πόλει κεκεντρωμένον ἐνεποίησαν. ἐὰν δʼ ἑορτὴν πάτριον οἱ πολλοὶ καὶ θεοῦ τιμὴν πρόφασιν λαβόντες ὁρμήσωσι πρός τινα θέαν ἢ νέμησιν ἐλαφρὰν ἢ χάριν τινὰ φιλάνθρωπον ἢ φιλοτιμίαν, ἔστω πρὸς τὰ τοιαῦτα ἡ τῆς ἐλευθερίας ἅμα καὶ τῆς εὐπορίας ἀπόλαυσις αὐτοῖς. καὶ γὰρ τοῖς· Περικλέους πολιτεύμασι καὶ τοῖς Δημητρίου πολλὰ τοιαῦτʼ ἔνεστι, καὶ Κίμων ἐκόσμησε τὴν ἀγορὰν πλατάνων φυτείαις καὶ περιπάτοις· Κάτων δὲ τὸν δῆμον ὑπὸ Καίσαρος ὁρῶν ἐν τοῖς περὶ Κατιλίναν διαταρασσόμενον καὶ πρὸς μεταβολὴν τῆς πολιτείας ἐπισφαλῶς ἔχοντα συνέπεισε τὴν βουλὴν ψηφίσασθαι νεμήσεις τοῖς πένησι, καὶ τοῦτο δοθὲν ἔστησε τὸν θόρυβον καὶ κατέπαυσε τὴν ἐπανάστασιν. ὡς γὰρ ἰατρός, ἀφελὼν πολὺ τοῦ διεφθορότος αἵματος, ὀλίγον ἀβλαβοῦς τροφῆς προσήνεγκεν, οὕτως ὁ πολιτικὸς ἀνήρ, μέγα τι τῶν ἀδόξων ἢ βλαβερῶν παρελόμενος, ἐλαφρᾷ πάλιν χάριτι καὶ φιλανθρώπῳ τὸ δυσκολαῖνον καὶ μεμψιμοιροῦν παρηγόρησεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme