25
οὐ χεῖρον δὲ καὶ μετάγειν ἐπʼ ἄλλα χρειώδη τὸ σπουδαζόμενον, ὡς ἐποίησε Δημάδης, ὅτε τὰς προσόδους εἶχεν ὑφʼ ἑαυτῷ τῆς πόλεως· ὡρμημένων γὰρ ἐκπέμπειν τριήρεις βοηθοὺς τοῖς ἀφισταμένοις Ἀλεξάνδρου καὶ χρήματα κελευόντων παρέχειν ἐκεῖνον, ἔστιν ὑμῖν ἔφη χρήματα· παρεσκευασάμην γὰρ εἰς τοὺς χόας, ὥσθʼ ἕκαστον ὑμῶν λαβεῖν ἡμιμναῖον· εἰ δʼ εἰς ταῦτα βούλεσθε μᾶλλον, αὐτοὶ καταχρῆσθε τοῖς ἰδίοις. καὶ τοῦτον τὸν τρόπον, ὅπως μὴ στεροῖντο τῆς διανομῆς, ἀφέντων τὸν ἀπόστολον, ἔλυσε τὸ πρὸς Ἀλέξανδρον ἔγκλημα τοῦ δήμου. πολλὰ γὰρ ἀπʼ εὐθείας οὐκ ἔστιν ἐξῶσαι τῶν ἀλυσιτελῶν, ἀλλὰ δεῖ τινος ἁμωσγέπως καμπῆς καὶ περιαγωγῆς, οἵᾳ καὶ Φωκίων ἐχρῆτο· κελευόμενος εἰς Βοιωτίαν ἐμβαλεῖν παρὰ καιρόν· ἐκήρυξε γὰρ εὐθὺς ἀκολουθεῖν ἀφʼ ἥβης τοὺς μέχρι ἐτῶν ἑξήκοντα· καὶ θορύβου τῶν πρεσβυτέρων γενομένου τί δεινόν; εἶπεν· ἐγὼ γὰρ, ὁ στρατηγὸς ὀγδοήκοντα γεγονὼς ἔτη μεθʼ ὑμῶν ἔσομαι. τούτῳ δὴ τῷ τρόπῳ καὶ πρεσβείας διακοπτέον ἀκαίρους, συγκαταλέγοντα πολλοὺς τῶν ἀνεπιτηδείως ἐχόντων, καὶ κατασκευὰς ἀχρήστους, κελεύοντα συνεισφέρειν, καὶ δίκας ἀπρεπεῖς δίκας καὶ ἀποδημίας X versio. ἀποδημίας Coraes ib. ἀτερπεῖς idem, ἀξιοῦντα συμπαρεῖναι καὶ συναποδημεῖν. πρώτους δὲ τοὺς γράφοντας τὰ τοιαῦτα καὶ παροξύνοντας ἕλκειν δεῖ καὶ παραλαμβάνειν ἢ γὰρ ἀναδυόμενοι τὴν πρᾶξιν αὐτοὶ διαλύειν δόξουσιν ἢ μεθέξουσι τῶν δυσχερῶν παρόντες.