26
ὅπου μέντοι μέγα δεῖ τι τι * περανθῆναι καὶ χρήσιμον ἀγῶνος δὲ πολλοῦ καὶ σπουδῆς δεόμενον, ἐνταῦθα πειρῶ τῶν φίλων αἱρεῖσθαι τοὺς κρατίστους ἢ τῶν κρατίστων τοὺς πραοτάτους· ἣκιστα γὰρ ἀντιπράξουσιν οὗτοι καὶ μάλιστα συνεργήσουσι, τὸ φρονεῖν ἄνευ τοῦ φιλονεικεῖν ἔχοντες. οὐ μὴν ἀλλὰ καὶ τῆς ἑαυτοῦ φύσεως ἔμπειρον ὄντα δεῖ πρὸς ὃ χείρων ἑτέρου πέφυκας αἱρεῖσθαι τοὺς μᾶλλον δυναμένους ἀντὶ τῶν ὁμοίων, ὡς ὁ Διομήδης Διομήδης] cf. Hom. K 243 ἐπὶ τὴν κατασκοπὴν μεθʼ ἑαυτοῦ τὸν φρόνιμον εἵλετο, τοὺς ἀνδρείους παρελθών. καὶ γὰρ αἱ πράξεις μᾶλλον ἰσορροποῦσι καὶ τὸ φιλόνεικον οὐκ ἐγγίγνεται πρὸς ἀλλήλους τοῖς ἀφʼ ἑτέρων ἀρετῶν καὶ δυνάμεων φιλοτιμουμένοις. λάμβανε δὴ καὶ δίκης συνεργὸν συνεργὸν] συνήγορον W καὶ πρεσβείας κοινωνόν, ἂν λέγειν μὴ δυνατὸς ᾖς, τὸν ῥητορικόν, ὡς Πελοπίδας Ἐπαμεινώνδαν κἂν ᾖς ἀπίθανος πρὸς ὁμιλίαν τῷ πλήθει καὶ ὑψηλός, ὡς Καλλικρατίδας, τὸν εὔχαριν καὶ θεραπευτικὸν κἂν ἀσθενὴς καὶ δύσεργος; τὸ σῶμα, τὸν φιλόπονον καὶ ῥωμαλέον, ὡς Νικίας Λάμαχον. οὕτω γὰρ ἂν ἂν W ἦν ὁ Γηρυόνης ζηλωτὸς ἔχων σκέλη πολλὰ καὶ χεῖρας καὶ ὀφθαλμούς, εἰ πάντα μιᾷ ψυχῇ διῴκει. τοῖς δὲ πολιτικοῖς ἔξεστι μὴ σώματα μηδὲ χρήματα μόνον, ἀλλὰ καὶ τύχας καὶ δυνάμεις καὶ ἀρετάς, ἂν ὁμονοῶσιν, εἰς μίαν χρείαν συντιθέντας εὐδοκιμεῖν μᾶλλον ἀπʼ ἄλλου περὶ τὴν αὐτὴν πρᾶξιν οὐχ ὥσπερ οἱ Ἀργοναῦται τὸν Ἡρακλέα καταλιπόντες ἠναγκάζοντο διὰ τῆς γυναικωνίτιδος κατᾳδόμενοι καὶ φαρμακευόμενοι σῴζειν ἑαυτοὺς καὶ κλέπτειν τὸ νάκος. χρυσὸν μὲν μὲν] malim μὲν γὰρ εἰς ἔνια τῶν ἱερῶν εἰσιόντες ἔξω καταλείπουσι, σίδηρον δʼ ὡς ἁπλῶς εἰπεῖν εἰς οὐδὲν συνεισφέρουσιν. ἐπεὶ δὲ κοινόν ἐστιν ἱερὸν τὸ βῆμα Βουλαίου τε Διὸς καὶ Πολιέως καὶ Θέμιδος καὶ Δίκης, αὐτόθεν μὲν ἤδη φιλοπλουτίαν καὶ φιλοχρηματίαν, ὥσπερ σίδηρον μεστὸν ἰοῦ καὶ νόσημα τῆς ψυχῆς, ἀποδυσάμενος εἰς ἀγορὰς καπήλων ἢ δανειστῶν ἀπόρριψον, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι Hom. ε 250 τὸν ἀπὸ δημοσίων χρηματιζόμενον ἡγούμενος ἀφʼ ἱερῶν κλέπτειν, ἀπὸ τάφων, ἀπὸ φίλων, ἐκ προδοσίας, ἀπὸ ψευδομαρτυρίας, σύμβουλον ἄπιστον εἶναι, δικαστὴν ἐπίορκον, ἄρχοντα δωροδόκον, οὐδεμιᾶς ἁπλῶς; καθαρὸν ἀδικίας. ὅθεν οὐ δεῖ πολλὰ περὶ τούτων λέγειν.