29
οὕτως ἁπάντων ἐρώτων ἰσχυρότατος ἅμα καὶ θειότατός ἐστιν ὁ πόλεσι καὶ δήμοις πρὸς ἕνα διʼ ἀρετὴν ἐγγιγνόμενος· αἱ δʼ ἀπὸ θεάτρων ἢ νεμήσεων ἢ μονομάχων ψευδώνυμοι τιμαὶ καὶ ψευδομάρτυρες ἑταιρικαῖς ἐοίκασι κολακείαις ὄχλων, ἀεὶ τῷ διδόντι καὶ χαριζομένῳ προσμειδιώντων ἐφήμερὸν τινα καὶ ἀβέβαιον δόξαν. εὖ μὲν οὖν ὁ πρώτως πρώτως Duebnerus: πρῶτος εἰπὼν καταλυθῆναι δῆμον ὑπὸ τοῦ πρώτου δεκάσαντος συνεῖδεν, ὅτι τὴν ἰσχὺν ἀποβάλλουσιν οἱ πολλοὶ τοῦ λαμβάνειν ἣττονες γενόμενοι δεῖ δὲ καὶ τοὺς δεκάζοντας οἴεσθαι καταλύειν ἑαυτούς, ὅταν ἀναλωμάτων μεγάλων ὠνούμενοι τὴν δόξαν ἰσχυροὺς ποιῶσι καὶ θρασεῖς τοὺς πολλούς, ὡς μέγα τι καὶ δοῦναι καὶ ἀφελέσθαι κυρίους ὄντας.