Thesauros Literature biography Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα Plutarch
7 οὐ μὴν ἀλλὰ καὶ σκῶμμα καὶ γελοῖον ἔστιν ὅτε γίγνεται πολιτικοῦ λόγου μέρος, εἰ μὴ πρὸς ὕβριν ἢ βωμολοχίαν, ἀλλὰ ἀλλ’ ὑπὸ aut γένοιτο pro λέγοιτο R χρησίμως ἐπιπλήττοντος ἢ διασύροντος λέγοιτο. μάλιστα δʼ εὐδοκιμεῖ τὰ τοιαῦτα περὶ τὰς ἀμείψεις καὶ τὰς ἀπαντήσεις· τὸ γὰρ ἐκ παρασκευῆς καὶ κατάρχοντα γελωτοποιοῦντος ἐστι καὶ δόξα κακοηθείας πρόσεστιν, ὡς προσῆν τοῖς· Κικέρωνος σκώμμασι καὶ τοῖς, Κάτωνος τοῦ πρεσβυτέρου καὶ Εὐξιθέου τοῦ Ἀριστοτέλους συνήθους οὗτοι γὰρ ἔσκωπτον ἀρχόμενοι πολλάκις. ἀμυνο μένῳ δὲ συγγνώμην ἅμα καὶ χάριν ὁ καιρὸς δίδωσι, καθάπερ Δημοσθένει πρὸς τὸν αἰτίαν ἔχοντα κλέπτειν χλευάζοντα δʼ αὐτοῦ τὰς νυκτογραφίας, οἶδʼ ὅτι σε λυπῶ λύχνον καίων· καὶ πρὸς Δημάδην βοῶντα Δημοσθένης ἐμὲ βούλεται διορθοῦν ἡ ὗς τὴν Ἀθηνᾶν,cf. Leutsch. 2 p. 704 αὕτη μέντοι πέρυσιν ἡ Ἀθηνᾶ μοιχεύουσα ἐλήφθη χάριεν δὲ καὶ τὸ Ξεναινέτου πρὸς τοὺς πολίτας λοιδοροῦντας αὐτὸν ὅτι στρατηγὸς ὢν πέφευγε, μεθʼ ὑμῶν γʼ, ὦ φίλαι κεφαλαί. τὸ δʼ ἄγαν φυλακτέον ἐν τῷ γελοίῳ καὶ τὸ λυποῦν ἀκαίρως τοὺς ἀκούοντας ἢ τὸν λέγοντα ποιοῦν ἀγεννῆ καὶ ταπεινόν, ὥσπερ τὰ Δημοκράτους· ἀναβαίνων μὲν γὰρ εἰς τὴν ἐκκλησίαν ἔφη, καθάπερ ἡ πόλις, μικρὸν ἰσχύειν καὶ μέγα φυσᾶν ἐν δὲ τοῖς Χαιρωνικοῖς παρελθὼν εἰς τὸν δῆμον δῆμον] δῆμον εἶπεν?, οὐκ ἂν ἐβουλόμην κακῶς οὕτω πεπραγέναιHerwerdenus: πεπραχέναι τὴν πόλιν, ὥστε κἀμοῦ συμβουλεύοντος ὑμᾶς ἀκούειν· καὶ γὰρ καὶ τοῦτο μικροῦ κἀκεῖνο μανικοῦ, πολιτικῷ δʼ οὐδέτερον ἁρμόττον. Φωκίωνος δὲ καὶ τὴν βραχυλογίαν ἐθαύμαζον ὁ γοῦν Πολύευκτος ἀπεφαίνετο ῥήτορα μέγιστον εἶναι Δημοσθένην, δεινότατον δʼ εἰπεῖν Φωκίωνα πλεῖστον γὰρ αὐτοῦ τὸν λόγον ἐν λέξει βραχυτάτῃ νοῦν περιέχειν. καὶ ὁ Δημοσθένην τῶν ἄλλων καταφρονῶν εἰώθει λέγειν, ἀνισταμένου Φωκίωνος, ἡ τῶν ἐμῶν λόγων κοπὶς ἀνίσταται .

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme