Thesauros Literature biography Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα

Πολιτικὰ παραγγέλματα Plutarch
1 εὶ προς ἀλλο τι χρήσασθαι καλῶς ἐστιν ἔχου, ὦ Μενέμαχε, τῷ οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,Hom. I 55 οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων·ʼ καὶ πρὸς τοὺς προτρεπομένους τῶν φιλοσόφων διδάσκοντας δὲ μηδὲν μηδʼ ὑποτιθεμένους · ὅμοιοι γάρ εἰσι τοῖς τοὺς λύχνους προμύττουσιν προμύττουσιν] bene se habet ἔλαιον δὲ μὴ ἐγχέουσιν. ὁρῶν οὖν σε παρωρμημένον ἀξίως τῆς εὐγενείας ἐν τῇ πατρίδι μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων,ʼ ἐπειδὴ χρόνον οὐκ ἔχεις ἀνδρὸς φιλοσόφου βίον ὕπαιθρον ἐν πράξεσι πολιτικαῖς καὶ δημοσίοις ἀγῶσι κατανοῆσαι καὶ γενέσθαι παραδειγμάτων ἔργῳ μὴ λόγῳ περαινομένων θεατής, ἀξιοῖς δὲ παραγγέλματα λαβεῖν πολιτικά· τὴν μὲν ἄρνησιν οὐδαμῶς ἐμαυτῷ προσήκουσαν εἶναι νομίζω, τὸ δʼ ἔργον εὔχομαι καὶ τῆς σῆς ἄξιον σπουδῆς καὶ τῆς ἐμῆς προθυμίας γενέσθαι· τοῖς δὲ παραδείγμασι ποικιλωτέροις, ὥσπερ ἠξίωσας, ἐχρησάμην.
1 / 30 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme