4
Ὥσπερ οὖν ὁ ἁρμονικὸς καὶ μουσικὸς ἀνὴρ παντὶ μὲν ὀργάνῳ χρήσεται προσῳδῷ τεχνικῶς ἁρμοσάμενος καὶ λόγῳ κρούων ἕκαστον, ὡς πέφυκεν ἐμμελὲς ὑπηχεῖν ἤδη μέντοι συμβούλῳ Πλάτωνι Πλάτωνι Rep. p. 399 d χρησάμενος, πηκτίδας, σαμβύκας καὶ ψαλτήρια πολύφθογγα καὶ βαρβίτους καὶ τρίγωνα τρίγωνα X ex Platone: τρίβωνα παραπέμψας, τὴν λύραν καὶ τὴν κιθάραν προτιμήσει· τὸν αὐτὸν τρόπον ὁ πολιτικὸς ἀνὴρ εὖ μὲν ὀλιγαρχίαν Λακωνικὴν καὶ Λυκούργειον μεταχειριεῖται, συναρμοσάμενος αὑτῷ τοὺς ἰσοκρατεῖς καὶ ὁμοτίμους ἄνδρας, ἡσυχῇ προσβιαζόμενος· εὖ δὲ πολυφθόγγῳ καὶ πολυχόρδῳ συνοίσεται δημοκρατίᾳ, τὰ μὲν ἀνιεὶς τὰ δʼ ἐπιτείνων τῆς πολιτείας, χαλάσας τʼ ἐν καιρῷ καὶ καρτερῶς αὖθις ἐμφύς,· ἀντιβῆναι καὶ ἀντισχεῖν ἐπιστάμενος· εἰ δʼ αἵρεσις αὐτῷ δοθείη, καθάπερ ὀργάνων τῶν πολιτειῶν, οὐκ ἂν ἄλλην ἕλοιτο πλὴν τὴν μοναρχίαν, Πλάτωνι πειθόμενος, τὴν μόνην δυναμένην τὸν ἐντελῆ καὶ ὄρθιον ἐκεῖνον ὡς ἀληθῶς τῆς ἀρετῆς τόνον ἀνασχέσθαι καὶ μήτε πρὸς ἀνάγκην μήτε πρὸς χάριν ἁρμόσαι τοῦ ἁρμόσαι τι Huttenus συμφέροντος αἱ μὲν γὰρ ἄλλαι πολιτεῖαι τρόπον τινὰ κρατούμεναι κρατοῦσι καὶ φερόμεναι φέρουσι τὸν πολιτικόν, οὐκ ἔχοντα τὴν ἰσχὺν βέβαιον ἐπὶ τούτουςM: τούτου , παρʼ ὧν ἔχει; τὸ ἰσχῦον, ἀλλὰ πολλάκις ἀναγκαζόμενον τὸ Αἰσχύλειον ἀναφωνεῖν, ᾧ πρὸς τὴν τύχην ἐχρῆτο Δημήτριος ὁ πολιορκητὴς ἀποβαλὼν τὴν ἡγεμονίαν σὺ τοί με φυσᾷς με φυσᾷς] μ’ ἔφυσας corrigunt, sed vulgatam bene se habere puto σύ με καταίθειν μοιib. μοι] accessit ex Vit Demetr. c. 25 δοκεῖς.ib. lac. significavit Duebnerus, W praeeunteNauck. p. 107