1
lac. indicavit W Εἰς τοῦτο δὴ τὸ δικαστήριον καὶ αὐτὸς εἰσάγων τὴν γενομένην μοι πρὸς ὑμᾶς διάλεξιν ἐχθές, ᾤμην τῆς πολιτικῆς ἀρετῆς ὕπαρ οὐκ οὐκ X: ἢ cf. Hom. τ 547 ὄναρ ἀκοῦσαι λεγούσης κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς, Bergk. p. 352 ὁ ὁ W προτρεπόμενος καὶib. καὶ] δὲ καὶ cof. E unde fort. δὴ καὶ διαίρωνib. Salmasius: διαιρῶν ἐπὶ πολιτείαν βέβληταιib. βέβληται] del. Grafius λόγος· ἐκτίνωμεν ἐκτίνωμεν W: εἰ ἀττικῷ μὲν ἢδη τὴν ὀφειλομένην ἐποικοδομοῦντες τῇ προτροπῇ διδασκαλίαν, ὀφείλεται δὲ τῷ παραδεδεγμένῳ τὴν ἐπὶ τὸ πράττειν τὰ κοινὰ προτροπὴν καὶ ὁρμὴν ἑξῆς ἀκοῦσαι καὶ λαβεῖν παραγγέλματα πολιτείας, οἷς χρώμενος, ὡς ἀνυστὸν ἐστιν ἀνθρώπῳ, δημωφελὴς ἔσται, μετʼ ἀσφαλείας ἅμα καὶ τιμῆς δικαίας εὖ τιθέμενος τὸ οἰκεῖον. ὃ δὲ προὔργου μέν μὲν] νῦν R ἐστιν εἰς τὰ μέλλοντα τοῖς δὲ προλελεγμένοις ἕπεται, σκεπτέον ἥτις ἥτις] ἰητὴρ mei ἀρίστη πολιτεία. καθάπερ γὰρ ἀνθρώπου βίοι πλείονες*: πλέονες , ἔστι καὶ δήμου ἡ ἡ R πολιτεία βίος· ὥστε λαβεῖνib. λαβεῖν] videntur nonnulla excidesse W τὴν ἀρίστην ἀναγκαῖον· ἢ γὰρ ἐκ πασῶν αἱρήσεται ταύτην ὁ πολιτικὸς ἢ τῶν λοιπῶν τὴν ὁμοιοτάτην, εἰ ταύτην ἀδύνατον.
2
λέγεται μὲν δὴ πολιτεία καὶ μετάληψις τῶν ἐν πόλει δικαίων· ὥς φαμεν Ἀλεξάνδρῳ πολιτείαν Μεγαρεῖς ψηφίσασθαι· τοῦ δʼ εἰς γέλωτα θεμένου τὴν σπουδὴν αὐτῶν, εἰπεῖν ἐκείνους ὅτι μόνῳ πρότερον τὴν πολιτείαν Ἡρακλεῖ καὶ μετʼ ἐκεῖνον αὐτῷ ψηφίσαιντο· τὸν δὲ θαυμάσαντα δέξασθαι τὸ τίμιον ἐν τῷ σπανίῳ τιθέμενον. λέγεται δὲ καὶ βίος ἀνδρὸς πολιτικοῦ καὶ τὰ κοινὰ πράττοντος πολιτεία· καθὸ τὴν Περικλέους πολιτείαν ἐπαινοῦμεν καὶ τὴν Βίαντος, ψέγομεν δὲ τὴν Ὑπερβόλου καὶ Κλέωνος. ἔνιοι δὲ καὶ μίαν πρᾶξιν εὔστοχον εἰς τὰ κοινὰ καὶ λαμπρὰν πολιτείαν προσαγορεύουσιν, οἷον χρημάτων ἐπίδοσιν, διάλυσιν πολέμου, ψηφίσματος εἰσήγησιν· καθὸ καὶ πολιτεύσασθαι τὸν δεῖνα σήμερον λέγομεν, εἰ τύχοι τι διαπραξάμενος ἐν κοινῷ τῶν δεόντων.