Thesauros Literature biography Περὶ τοῦ μὴ δεῖν δανείζεσθαι

Περὶ τοῦ μὴ δεῖν δανείζεσθαι

Περὶ τοῦ μὴ δεῖν δανείζεσθαι Plutarch
2 τί θεραπεύεις τὸν τραπεζίτην ἢ πραγματευτήν; ἀπὸ τῆς ἰδίας δάνεισαι τραπέζης· ἐκπώματʼ ἔχεις, παροψίδας ἀργυρᾶς, λεκανίδας· ὑπόθου ταῦτα τῇ χρείᾳ· τὴν δὲ τράπεζαν ἡ καλὴ Αὐλὶς ἢ Τένεδος ἀντικοσμήσει τοῖς κεραμεοῖς, καθαρωτέροις οὖσι τῶν ἀργυρῶν· οὐκ ὄζει τόκου βαρὺ καὶ δυσχερὲς ὥσπερ ἰοῦ καθʼ ἡμέραν ἐπιρρυπαίνοντος τὴν πολυτέλειαν, οὐδʼ ἀναμνήσει τῶν καλανδῶν καὶ τῆς νουμηνίας, ἣν ἱερωτάτην ἡμερῶν οὖσαν ἀποφράδα ποιοῦσιν οἱ δανεισταὶ καὶ στύγιον. τοὺς μὲν γὰρ ἀντὶ τοῦ πωλεῖν τιθέντας ἐνέχυρα τὰ αὑτῶν οὐδʼ ἂν ὁ θεὸς σῴσειεν ὁ Κτήσιος· αἰσχύνονται τιμὴν λαμβάνοντες, οὐκ αἰσχύνονται τόκον τῶν ἰδίων διδόντες. καίτοι ὅ γε καίτοι γ’ ὁ Heinzius, sed cf. p. 93 c. 727 f. 733 d. 925 d. 1112 b. Περικλῆςib. Περικλῆς] Thuc. 2, 13 ἐκεῖνος τὸν τῆς θεᾶς κόσμον, ἄγοντα τάλαντα τεσσαράκοντα χρυσίου ἀπέφθου, περιαιρετὸν ἐποίησεν, ὅπως, ἔφη, χρησάμενοι πρὸς τὸν πόλεμον αὖθις ἀποδῶμεν μὴ ἔλαττον μὴ ἐλάσσω Thucydidis libri· οὐκοῦν καὶ ἡμεῖς ὥσπερ ἐν πολιορκίᾳ ταῖς χρείαις μὴ παραδεχώμεθα φρουρὰν δανειστοῦ πολεμίου, μηδʼ ὁρᾶν ὁρᾶν] sanum est, pendet a παραδεχώμεθα τὰ αὑτῶν ἐπὶ δουλείᾳ διδόμεναib. δεδεμένα Madvigius· ἀλλὰ τῆς τραπέζης περιελόντες τὰ μὴ χρήσιμα, τῆς κοίτης, τῶν ὀχημάτων, τῆς διαίτης, ἐλευθέρους διαφυλάττωμεν ἑαυτούς, ὡς ἀποδώσοντες αὖθις, ἐὰν εὐτυχήσωμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme