Thesauros Literature biography Συγκρίσεως Ἀριστοφάνους καὶ Μενάνδρου ἐπιτομή

Συγκρίσεως Ἀριστοφάνους καὶ Μενάνδρου ἐπιτομή

Συγκρίσεως Ἀριστοφάνους καὶ Μενάνδρου ἐπιτομή Plutarch
1 ὠς μὲν κοινῶς καὶ καθόλου εἰπεῖν πολλῷ προκρίνει τὸν Μένανδρον, ὡς δʼ ἐπὶ μέρους καὶ ταῦτα προστίθησι τὸ φορτικόν φησὶν ἐν λόγοις καὶ θυμελικὸν καὶ βάναυσον ὥς ἐστιν Ἀριστοφάνει, Μενάνδρῳ δʼ οὐδαμῶς. καὶ γὰρ ὁ μὲν ἀπαίδευτος καὶ ἰδιώτης, οἷς ἐκεῖνος λέγει, ἁλίσκεται ὁ δὲ πεπαιδευμένος δυσχερανεῖ· λέγω δὲ τὰ ἀντίθετα καὶ ὁμοιόπτωτα καὶ παρωνυμίας. τούτοις γὰρ ὁ μὲν μετὰ τοῦ προσήκοντος λόγου καὶ ὀλιγάκις χρῆται ἐπιμελείας αὐτὰ ἀξιῶν, ὁ δὲ καὶ πολλάκις καὶ οὐκ εὐκαίρως καὶ ψυχρῶς· ἐπαινεῖται γάρ φησὶν ʼ ὅτι τοὺς ταμίας ἐβάπτισεν, οὐχὶ ταμίας ἀλλὰ Λαμίας ὄντας· καὶ οὗτος ἤτοι καικίας ἢ συκοφαντίας πνεῖ καὶ γάστριζε καὶ τοῖς ἐντέροις καὶ τοῖς κόλοις καὶ ὑπὸ τοῦ γέλωτος εἰς Γέλαν ἀφίξομαι καὶ τί δῆτα σοι δράσω, κακόδαιμον, ἀμφορεὺς ἑξοστρακισθείς; καὶ ἄγρια γὰρ ἡμᾶς, ὦ γυναῖκες, δρᾷ κακά, ἅτʼ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς καὶ ἀλλʼ ἦ τριχόβρωτες τὸν λόφον μου κατέφαγον καὶ φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον. κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον καὶ πολλὰ τοιαῦτα. ἔνεστι μὲν οὖν ἐν τῇ κατασκευῇ τῶν ὀνομάτων αὐτῷ τὸ τραγικὸν τὸ κωμικὸν τὸ σοβαρὸν τὸ πεζόν, ἀσάφεια κοινότης, ὄγκος καὶ δίαρμα, σπερμολογία καὶ φλυαρία ναυτιώδης. καὶ τοσαύτας διαφορὰς ἔχουσα καὶ ἀνομοιότητας ἡ λέξις οὐδὲ τὸ πρέπον ἑκάστῃ καὶ οἰκεῖον ἀποδίδωσιν οἷον λέγω βασιλεῖ τὸν ὄγκον ῥήτορι τὴν δεινότητα γυναικὶ τὸ ἁπλοῦν ἰδιώτῃ τὸ πεζὸν ἀγοραίῳ τὸ φορτικόν· ἀλλʼ ὥσπερ ἀπὸ κλήρου ἀπονέμει τοῖς προσώποις τὰ προστυχόντα τῶν ὀνομάτων, καὶ οὐκ ἂν διαγνοίης εἴθʼ υἱός ἐστιν εἴτε πατὴρ εἴτʼ, ἄγροικος εἴτε θεὸς εἴτε γραῦς εἴθʼ ἣρως ὁ διαλεγόμενος.
1 / 3 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme