Thesauros Literature biography Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης Plutarch
23 ἀλλʼ ἐκεῖνο μᾶλλον ἔφην ἐλέγχειν δοκεῖ τὴν λεγομένην ἀνάκλασιν ἀπὸ τῆς σελήνης, ὅτι τοὺς ἐν ταῖς ἀνακλωμέναις αὐγαῖς ἑστῶτας οὐ μόνον συμβαίνει τὸ φωτιζόμενον ὁρᾶν, ἀλλὰ καὶ τὸ φωτίζον. ὅταν γάρ, αὐγῆς ἀφʼ ὕδατος πρὸς τοῖχον ἁλλομένης, ὄψις ἐν αὐτῷ τῷ πεφωτισμένῳ κατὰ τὴν ἀνάκλασιν τόπῳ γένηται, τὰ τρία καθορᾷ, τὴν τʼ ἀνακλωμένην αὐγὴν καὶ τὸ ποιοῦν ὕδωρ τὴν ἀνάκλασιν καὶ τὸν ἣλιον αὐτόν, ἀφʼ οὗ τὸ φῶς τῷ ὕδατι προσπίπτον ἀνακέκλασται. τούτων δʼ ὁμολογουμένων καὶ φαινομένων, κελεύουσι τοὺς ἀνακλάσει φωτίζεσθαι τὴν γῆν ὑπὸ τῆς σελήνης ἀξιοῦντας ἐπιδεικνύναι νύκτωρ ἐμφαινόμενον τῇ σελήνῃ τὸν ἥλιον, ὥσπερ ἐμφαίνεται τῷ ὕδατι μεθʼ ἡμέραν, ὅταν ἀνάκλασις ἀπʼ αὐτοῦ γένηται· μὴ φαινομένου δὲ τούτου, κατʼ ἄλλον οἴονται τρόπον, οὐκ ἀνακλάσει, γίγνεσθαι τὸν φωτισμόν· εἰ δὲ μὴ τοῦτο, μηδὲ γῆν εἶναι τὴν σελήνην. τί οὖν ἔφη πρὸς αὐτοὺς λεκτέον ὁ Ἀπολλωνίδης; κοινὰ γὰρ ἔοικε καὶ πρὸς ἡμᾶς εἶναι τὰ τῆς ἀνακλάσεως. ἀμέλει τρόπον τινά ἔφην ἐγώ κοινά, τρόπον δʼ ἄλλον οὐδὲ κοινά· πρῶτον δʼ ὅρα τὰ τῆς εἰκόνος ὡς ἄνω ποταμῶν καὶ τραπέμπαλιν λαμβάνουσιν. ἐπὶ γῆς γάρ ἐστι καὶ κάτω τὸ ὕδωρ, ὑπὲρ γῆς δὲ σελήνη καὶ μετέωρος ὅθεν ἀντίστροφον αἱ κεκλασμέναι τὸ σχῆμα τῆς γωνίας ποιοῦσι, τῆς μὲν ἄνω πρὸς τῇ σελήνῃ τῆς δὲ κάτω πρὸς τῇ γῇ τὴν κορυφὴν ἐχούσης· μὴ ἅπασαν οὖν ἰδέαν κατόπτρων μηδʼ ἐκ πάσης ἀποστάσεως ὁμοίαν ἀνάκλασιν ποιεῖν ἀξιούτωσαν, ἐπεὶ μάχονται πρὸς τὴν ἐνάργειαν. οἱ δὲ σῶμα μὴ λεπτὸν μηδὲ λεῖον, ὥσπερ ἐστὶ τὸ ὕδωρ, ἀποφαίνοντες τὴν σελήνην, ἀλλʼ ἐμβριθὲς καὶ γεῶδες, οὐκ οἶδʼ ὅπως ἀπαιτοῦνται τοῦ ἡλίου τὴν ἔμφασιν ἐν αὐτῇ πρὸς τὴν ὄψιν οὐδὲ γὰρ τὸ γάλα τοὺς τοιούτους ἐσοπτρισμοὺς ἀποδίδωσιν οὐδὲ ποιεῖ τῆς ὄψεως ἀνακλάσεις διὰ τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν μορίων· πόθεν γε τὴν σελήνην δυνατόν ἐστιν ἀναπέμπειν ἀφʼ ἑαυτῆς τὴν ὄψιν, ὥσπερ ἀναπέμπει τὰ λειότερα τῶν ἐσόπτρων; καίτοι καὶ ταῦτα δήπουθεν, ἐὰν ἀμυχή τις ἢ ῥύπος ἢ τραχύτης καταλάβῃ τὸ σημεῖον, ἀφʼ οὗ πέφυκεν ἡ ὄψις ἀνακλᾶσθαι, τυφλοῦται καὶ βλέπεται μὲν αὐτά, τὴν δʼ ἀνταύγειαν οὐκ ἀποδίδωσιν. ὁ δʼ ἀξιῶν ἢ καὶ τὴν ὄψιν ἡμῶν ἐπὶ τὸν ἥλιον ἢ μηδὲ τὸν ἥλιον ἐφʼ ἡμᾶς ἀνακλᾶν ἀφʼ ἑαυτῆς τὴν σελήνην ἡδύς ἐστι. τὸν ὀφθαλμὸν ἥλιον ἀξιῶν εἶναι φῶς δὲ τὴν ὄψιν οὐρανὸν δὲ τὸν ἄνθρωπον. τοῦ μὲν γὰρ ἡλίου διʼ εὐτονίαν καὶ λαμπρότητα πρὸς τῇ σελήνῃ γιγνομένην μετὰ πληγῆς τὴν ἀνάκλασιν φέρεσθαι πρὸς ἡμᾶς εἰκός ἐστιν· ἡ δʼ ὄψις ἀσθενὴς οὖσα καὶ λεπτὴ καὶ ὀλιγοστή, τί θαυμαστὸν εἰ μήτε πληγὴν ἀνακρουστικὴν ποιεῖ μήτʼ ἀφαλλομένη τηρεῖ τὴν συνέχειαν ἀλλὰ θρύπτεται καὶ ἀπολείπει, πλῆθος οὐκ ἔχουσα φωτὸς ὥστε μὴ διασπᾶσθαι περὶ τὰς ἀνωμαλίας καὶ τραχύτητας; ἀπὸ μὲν γὰρ ὕδατος καὶ τῶν ἄλλων ἐσόπτρων ἰσχύουσαν ἔτι τῆς ἀρχῆς ἐγγὺς οὖσαν ἐπὶ τὸν ἥλιον ἅλλεσθαι τὴν ἀνάκλασιν οὐκ ἀδύνατόν ἐστιν· ἀπὸ δὲ τῆς σελήνης, κἂν γίγνωνταί τινες ὀλισθήσεις αὐτῆς, ἀσθενεῖς ἔσονται καὶ ἀμυδραὶ καὶ προαπολείπουσαι διὰ τὸ μῆκος τῆς ἀποστάσεως, καὶ γὰρ ἄλλως τὰ μὲν κοῖλα τῶν ἐσόπτρων εὐτονωτέραν ποιεῖ τῆς προηγουμένης αὐγῆς τὴν ἀνακλωμένην, ὥστε καὶ φλόγας ἀναπέμπειν πολλάκις· τὰ δὲ κυρτὰ καὶ τὰ σφαιροειδῆ τῷ μὴ πανταχόθεν ἀντερείδειν ἀσθενῆ καὶ ἀμαυράν. ὁρᾶτε δήπουθεν, ὅταν ἴριδες δύο φανῶσι, νέφους νέφος ἐμπεριέχοντος, ἀμαυράν ποιοῦσαν καὶ ἀσαφῆ τὰ χρώματα τὴν περιέχουσαν τὸ γὰρ ἐκτὸς νέφος ἀπωτέρω τῆς ὄψεως κείμενον οὐκ εὔτονον οὐδʼ ἰσχυρὰν τὴν ἀνάκλασιν ἀποδίδωσι. καὶ τί δεῖ πλείονα λέγειν; ὅπου γὰρ τὸ τοῦ ἡλίου φῶς ἀνακλώμενον ἀπὸ τῆς σελήνης τὴν μὲν θερμότητα πᾶσαν ἀποβάλλει, τῆς δὲ λαμπρότητος αὐτοῦ λεπτὸν ἀφικνεῖται μόλις πρὸς ἡμᾶς καὶ ἀδρανὲς λείψανον· ἦπου τῆς ὄψεως τὸν ἴσον φερομένης δίαυλον ἐνδέχεται μόριον ὁτιοῦν λείψανον ἐξικέσθαι πρὸς τὸν ἣλιον ἀπὸ τῆς σελήνης; ἐγὼ μὲν οὐκ οἶμαι. σκοπεῖτε δʼ εἶπον καὶ ὑμεῖς· εἰ ταὐτὰ πρὸς τὸ ὕδωρ καὶ τὴν σελήνην ἔπασχεν ἡ ὄψις, ἔδει καὶ γῆς καὶ φυτῶν καὶ ἀνθρώπων καὶ ἄστρων ἐμφάσεις ποιεῖν τὴν πανσέληνον, οἵας τὰ λοιπὰ ποιεῖται τῶν ἐσόπτρων· εἰ δʼ οὐ γίγνονται πρὸς ταῦτα τῆς ὄψεως ἀνακλάσεις διʼ ἀσθένειαν αὐτῆς ἢ τραχύτητα τῆς σελήνης, μηδὲ πρὸς τὸν ἣλιον ἀπαιτῶμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme