24
ἡμεῖς μὲν οὖν ἔφην ὅσα μὴ διαπέφευγε τὴν μνήμην τῶν ἐκεῖ λεχθέντων, ἀπηγγέλκαμεν ὥρα δὲ καὶ Σύλλαν παρακαλεῖν, μᾶλλον δʼ ἀπαιτεῖν τὴν διήγησιν, οἷον ἐπὶ ῥητοῖς ἀκροατὴν γεγενημένον· νʼ ὥστε, εἰ δοκεῖ, καταπαύσαντες τὸν περίπατον, καὶ καθίσαντες ἐπὶ τῶν βάθρων ἑδραῖον αὐτῷ παράσχωμεν ἀκροατήριον. ἔδοξε δὴ ταῦτα, καὶ καθισάντων ἡμῶν, ὁ Θέων ἐγώ τοι, ὦ Λαμπρία εἶπεν ἐπιθυμῶ μὲν οὐδενὸς ἧττον ὑμῶν ἀκοῦσαι τὰ λεχθησόμενα, πρότερον δʼ ἂν ἡδέως ἀκούσαιμι περὶ τῶν οἰκεῖν λεγομένων ἐπὶ τῆς σελήνης, οὐκ εἰ κατοικοῦσί τινες ἀλλʼ εἰ δυνατὸν ἐκεῖ κατοικεῖν· εἰ γὰρ οὐ δυνατόν, ἄλογον καὶ τὸ γῆν εἶναι τὴν σελήνην δόξει γὰρ πρὸς οὐδὲν ἀλλὰ μάτην γεγονέναι μήτε καρποὺς ἐκφέρουσα μήτε ἀνθρώποις τισὶν ἕδραν παρέχουσα καὶ γένεσιν καὶ δίαιταν ὧν ἕνεκα καὶ ταύτην γεγονέναι φαμὲν κατὰ Πλάτωνα τροφὸν ἡμετέραν ἡμέρας τε καὶ νυκτὸς ἀτρεκῆ φύλακα καὶ δημιουργόν. ὁρᾷς δʼ ὅτι πολλὰ λέγεται καὶ σὺν γέλωτι καὶ μετὰ σπουδῆς περὶ τούτων. τοῖς μὲν γὰρ ὑπὸ τὴν σελήνην οἰκοῦσιν ὥσπερ Ταντάλοις ὑπὲρ κεφαλῆς ἐκκρέμασθαί φασι, τοὺς δʼ οἰκοῦντας αὖ πάλιν ἐπʼ αὐτῆς ὥσπερ Ἰξίονας ἐνδεδεμένους, ῥύμῃ τόση καίτοι μίαν οὐ κινεῖται κίνησιν, ἀλλʼ, ὥς που καὶ λέγεται, Τριοδῖτίς ἐστιν, ἅμα μῆκος ἐπὶ τοῦ ζῳδιακοῦ καὶ πλάτος ἐπιφερομένη καὶ βάθος· ὧν τὴν μὲν περιδρομὴν τὴν δʼ ἕλικα τὴν δʼ οὐκ οἶδα πῶς ἀνωμαλίαν ὀνομάζουσιν οἱ μαθηματικοί, καίπερ οὐδὲν ἀνώμαλον οὐδὲ τεταραγμένον ταῖς ἀποκαταστάσεσιν ὁρῶντες ἔχουσαν. οὔκουν εἰ λέων τις ἔπεσεν ὑπὸ ῥύμης εἰς Πελοπόννησον, ἄξιόν ἐστι θαυμάζειν· ἀλλʼ ὅπως οὐ μυρίʼ ὁρῶμεν ἀεὶ πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὺς βίων ἐκεῖθεν οἷον ἐκκυβιστώντων Καὶ περιτρεπόντων. καὶ μὴν γελοῖον περὶ μονῆς τῶν ἐκεῖ διαπορεῖν, εἰ μὴ γένεσιν μηδὲ σύστασιν ἔχειν δύνανται. ὅπου γὰρ Αἰγύπτιοι καὶ Τρωγλοδῦται, οἷς ἡμέρας μιᾶς ἀκαρὲς ἵσταται κατὰ κορυφὴν ὁ ἥλιος ἐν τροπαῖς εἶτʼ ἄπεισιν, ὀλίγον ἀπέχουσι τοῦ κατακεκαῦσθαι ξηρότητι τοῦ περιέχοντος· ἦπου τοὺς ἐπὶ τῆς σελήνης εἰκός ἐστι δώδεκα θερείας ὑπομένειν ἔτους ἑκάστου, κατὰ μῆνα τοῦ ἡλίου πρὸς κάθετον αὐτοῖς ἐφισταμένου καὶ στηρίζοντος, ὅταν πανσέληνος; πνεύματά γε μὴν καὶ νέφη καὶ ὄμβρους, ὧν χωρὶς οὔτε γένεσις φυτῶν ἔστιν οὔτε σωτηρία γενομένοις, ἀμήχανον ἐκεῖ διανοηθῆναι συνιστάμενα διὰ θερμότητα καὶ λεπτότητα τοῦ περιέχοντος· οὐδὲ· γὰρ ἐνταῦθα τῶν ὀρῶν τὰ ὑψηλὰ δέχεται τοὺς ἀγρίους καὶ ἐναντίους χειμῶνας· ἀλλʼ ἤδη καὶ σάλον ἔχων ὑπὸ κουφότητος ὁ ἀὴρ ἐκφεύγει τὴν σύστασιν ταύτην καὶ πύκνωσιν εἰ μὴ νὴ Δία φήσομεν, ὥσπερ ἡ Ἀθηνᾶ τῷ Ἀχιλλεῖ νέκταρός τι καὶ ἀμβροσίας ἐνέσταξε μὴ προσιεμένῳ τροφήν, οὕτω τὴν σελήνην, Ἀθηνᾶν λεγομένην καὶ οὖσαν, τρέφειν τοὺς ἄνδρας, ἀμβροσίαν ἀνιεῖσαν αὐτοῖς ἐφημέριον, ὡς Φερεκύδης ὁ παλαιὸς οἴεται σιτεῖσθαι τοὺς θεούς. τὴν μὲν γὰρ Ἰνδικὴν ῥίζαν, ἥν φησι Μεγασθένης τοὺς μήτʼ ἐσθίοντας μήτε πίνοντας ἀλλʼ εὐστόμους ὄντας ὑποτύφειν καὶ θυμιᾶν καὶ τρέφεσθαι τῇ ὀσμῇ, πόθεν ἄν τις ἐκεῖ φυομένην λάβοι, μὴ βρεχομένης τῆς σελήνης;