Thesauros Literature biography Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης Plutarch
27 θαυμάζοντος δʼ ἐμοῦ ταῦτα καὶ δεομένου σαφέστερον ἀκοῦσαι, πολλά εἶπεν ὦ Σύλλα, περὶ θεῶν οὐ πάντα δὲ καλῶς λέγεται παρʼ Ἕλλησιν. οἷον εὐθὺς ὀρθῶς Δήμητρα καὶ Κόρην ὀνομάζοντες οὐκ ὀρθῶς ὁμοῦ καὶ περὶ τὸν αὐτὸν ἀμφοτέρας εἶναι τόπον νομίζουσιν ἡ μὲν γὰρ ἐν γῇ καὶ κυρία τῶν περὶ γῆν ἐστιν ἡ δʼ ἐν σελήνῃ καὶ τῶν περὶ σελήνην. κόρη δὲ καὶ Φερσεφόνη κέκληται τὸ μὲν ὡς φωσφόρος οὖσα,. κόρη δʼ ὅτι καὶ τοῦ ὄμματος, ἐν ᾧ τὸ εἴδωλον ἀντιλάμπει τοῦ βλέποντος,, ὥσπερ τὸ ἡλίου φέγγος ἐνορᾶται τῇ σελήνῃ, κόρην προσαγορεύομεν. τοῖς τε περὶ τὴν πλάνην καὶ τὴν ζήτησιν αὐτῶν λεγομένοις ἔνεστι ἀληθές· ἀλλήλων γὰρ ἐφίενται χωρὶς οὖσαι καὶ συμπλέκονται περὶ τὴν σκιὰν πολλάκις· τὸ δὲ νῦν μὲν ἐν οὐρανῷ καὶ φωτί, νῦν δʼ ἐν σκότῳ καὶ νυκτὶ γενέσθαι περὶ τὴν Κόρην, ψεῦδος μὲν οὐκ ἔστιν, ὁ δὲ χρόνος τῷ ἀριθμῷ πλάνην παρέσχηκεν. οὐ γὰρ ἓξ μῆνας ἀλλὰ παρʼ ἓξ μῆνας ὁρῶμεν αὐτὴν ὑπὸ τῆς γῆς, ὥσπερ ὑπὸ τῆς μητρός, τῇ σκιᾷ λαμβανομένην, ὀλιγάκις δὲ τοῦτο διὰ πέντε μηνῶν πάσχουσαν· ἐπεὶ τὸν γʼ Ἅιδην ἀπολιπεῖν ἀδύνατόν ἐστιν αὐτήν, τοῦ Ἅιδου πέρας οὖσαν, ὥσπερ καὶ Ὅμηρος ἐπικρυψάμενος οὐ φαύλως τοῦτʼ εἶπεν ἀλλʼ εἰς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης· ὅπου γὰρ ἡ σκιὰ τῆς γῆς ἐπινεμομένη παύεται, τοῦτο τέρμα τῆς γῆς ἔθετο καὶ πέρας· εἰς δὲ τοῦτο φαῦλος μὲν οὐδεὶς οὐδʼ ἀκάθαρτος ἄνεισιν, οἱ δὲ χρηστοὶ μετὰ τὴν τελευτὴν κομισθέντες αὐτόθι, ῥᾷστον μὲν οὕτω βίον, οὐ μὴν μακάριον οὐδὲ θεῖον ἔχοντες, ἄχρι τοῦ δευτέρου θανάτου διατελοῦσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme