4
ἡσθεὶς οὖν ὁ Ἀπολλωνίδης ὡς ἴδιον εἶπε καὶ καινὸν ὅλως τὸ σκευώρημα τῆς δόξης, τόλμαν δέ τινα καὶ μοῦσαν ἔχοντος ἀνδρός· ἀλλὰ πῆ τὸν ἔλεγχον αὐτῷ προσῆγε; πρῶτον μέν εἶπον ᾗ μία φύσις τῆς ἔξω θαλάσσης ἐστί, σύρρουν καὶ συνεχὲς πέλαγος, ἡ δʼ ἔμφασις οὐ μία τῶν ἐν τῇ σελήνῃ μελασμάτων, ἀλλʼ οἷον ἰσθμοὺς ἔχουσα, τοῦ λαμπροῦ διαιροῦντος καὶ διορίζοντος τὸ, σκιερόν· ὅθεν ἑκάστου τόπου χωρισθέντος καὶ πέρας ἴδιον ἔχοντος, αἱ τῶν φωτεινῶν ἐπιβολαὶ τοῖς σκοτεινοῖς ὕψους εἰκόνα καὶ βάθους λαμβάνουσαι τὰς περὶ τὰ ὄμματα καὶ τὰ χείλη εἰκόνας φαινομένας ὁμοιότατα διετύπωσαν ὥστʼ ἢ πλείονας ἔξω θαλάσσας ὑποληπτέον ἰσθμοῖς τισι καὶ ἠπείροις ἀπολαμβανομένας, ὅπερ ἐστὶν ἄτοπον καὶ ψεῦδος, ἢ μιᾶς οὔσης, οὐ πιθανὸν εἰκόνα διεσπασμένην οὕτως ἐμφαίνεσθαι. ἐκεῖνο μὲν γὰρ ἐρωτᾶν ἀσφαλέστερόν ἐστιν ἢ ἀποφαίνεσθαι σοῦ παρόντος, εἰ, τῆς οἰκουμένης εὖρος ἴσης καὶ μῆκος, ἐνδέχεται πᾶσιν ὡσαύτως ἀπὸ τῆς σελήνης ὄψιν ἀνακλωμένην ἐπιθιγγάνειν τῆς θαλάσσης καὶ τοῖς ἐν αὐτῇ τῇ μεγάλῃ θαλάττῃ πλέουσι νὴ Δία καὶ οἰκοῦσιν, ὥσπερ Βρεττανοῖς, καὶ ταῦτα μηδὲ τῆς γῆς, ὥς φατε, πρὸς τὴν σφαῖραν τῆς σελήνης κέντρου λόγον ἐπεχούσης. τουτὶ μὲν οὖν ἔφην σὸν ἔργον ἐπισκοπεῖν· τὴν δὲ πρὸς τὴν σελήνην τῆς ὄψεως κλάσιν οὐκέτι σὸν οὐδʼ Ἱππάρχου· καίτοι γε, φίλε πρίαμ ἀλλὰ πολλοῖς οὐκ ἀρέσκει φυσιολογῶν περὶ τῆς ὄψεως, αὐτὴν ὁμοπαθῆ κρᾶσιν ἴσχειν καὶ σύμπηξιν εἰκός ἐστι μᾶλλον ἢ πληγάς τινας καὶ ἀποπηδήσεις, οἵας ἔπλαττε τῶν ἀτόμων Ἐπίκουρος. οὐκ ἐθελήσει δέ, οἶμαι, τὴν σελήνην ἐμβριθὲς ὑποθέσθαι σῶμα καὶ στερεὸν ὑμῖν ὁ Κλέαρχος, ἀλλʼ ἄστρον αἰθέριον καὶ φωσφόρον, ὡς φατε· τοιαύτῃ δὲ τὴν ὄψιν θραύειν προσήκει καὶ ἀποστρέφειν, ὥστʼ οἴχεσθαι τὴν ἀνάκλασιν. εἰ δὲ προσδεῖταί τις ἡμᾶς, ἐρησόμεθα πῶς μόνον πρόσωπόν ἐστιν ἐν τῇ σελήνῃ τὸ τῆς θαλάσσης ἔσοπτρον, ἄλλῳ δʼ οὐδενὶ τῶν τοσούτων ἀστέρων ἐνορᾶται · καίτοι τὸ γʼ εἰκὸς ἀπαιτεῖ πρὸς ἅπαντας ἢ πρὸς μηδένα τοῦτο πάσχειν τὴν ὄψιν. ἀλλʼ πρὸς τὸν Λεύκιον ἔφην ἀποβλέψας,· ὃ πρῶτον ἐλέχθη τῶν ἡμετέρων ὑπόμνησον.