Thesauros Literature biography Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης Plutarch
9 ἀλλʼ ἥλιον μὲν ἀπλέτους μυριάδας ἀπέχειν τῆς ἄνω περιφορᾶς φατε εἶπον ὦ φίλε Ἀπολλωνίδη, καὶ φωσφόρον ἐπʼ αὐτῷ καὶ στίλβοντα καὶ τοὺς ἄλλους πλάνητας ὑφιεμένους τε τῶν ἀπλανῶν καὶ πρὸς ἀλλήλους ἐν διαστάσεσι μεγάλαις φέρεσθαι· τοῖς δὲ βαρέσι καὶ γεώδεσιν οὐδεμίαν οἴεσθε τὸν κόσμον εὐρυχωρίαν παρέχειν ἐν ἑαυτῷ καὶ διάστασιν ὁρᾶτε ὅτι γελοῖόν ἐστιν, εἰ γῆν οὐ φήσομεν εἶναι τὴν σελήνην, ὅτι τῆς κάτω χώρας ἀφέστηκεν, ἄστρον δὲ φήσομεν, ὁρῶντες ἀπωσμένην τῆς ἄνω περιφορᾶς μυριάσι σταδίων τοσαύταις καὶ ὥσπερ εἰς βυθόν τινα καταδεδυκυῖαν τῶν μὲν γʼ ἄστρων κατωτέρω τοσοῦτὸν ἐστιν, ὅσον οὐκ ἄν τις εἴποι μέτρον, ἀλλʼ ἐπιλείπουσιν ὑμᾶς τοὺς μαθηματικοὺς ἐκλογιζομένους οἱ ἀριθμοί, τῆς δὲ γῆς τρόπον τινὰ ψαύει καὶ περιφερομένη πλησίον ἅρματος ὥσπερ ἂν ἴχνος ἑλίσσεται φησὶν Ἐμπεδοκλῆς ἥ τε περὶ ἄκραν οὐδὲ γὰρ τὴν σκιὰν αὐτῆς; ὑπερβάλλει πολλάκις ἐπὶ μικρὸν αἰρομένην τῷ παμμέγεθες εἶναι τὸ φωτίζον· ἀλλʼ οὕτως ἔοικεν ἐν χρῷ καὶ σχεδὸν ἐν ἀγκάλαις τῆς γῆς περιπολεῖν, ὥστʼ ἀντιφράττεσθαι πρὸς τὸν ἥλιον ὑπʼ αὐτῆς, μὴ ὑπεραίρουσα τὸν σκιερὸν καὶ χθόνιον καὶ νυκτέριον τοῦτον τόπον, ὃς γῆς κλῆρός ἐστι. διὸ λεκτέον οἶμαι θαρροῦντας ἐν τοῖς τῆς γῆς ὅροις εἶναι τὴν σελήνην ὑπὸ τῶν ἄκρων αὐτῆς ἐπιπροσθουμένην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme