Thesauros Literature biography Περὶ τοῦ πρώτως ψυχροῦ

Περὶ τοῦ πρώτως ψυχροῦ

Περὶ τοῦ πρώτως ψυχροῦ Plutarch
17 σκόπει δὲ καὶ ταῦτα παραβάλλων ἐκείνοις ἐπεὶ δὲ καὶ Χρύσιππος οἰόμενος τὸν ἀέρα πρώτως ψυχρὸν εἶναι, διότι καὶ σκοτεινόν, ἐμνήσθη μόνον τῶν πλέον ἀφεστάναι τὸ ὕδωρ τοῦ αἰθέρος ἢ τὸν ἀέρα λεγόντων, καὶ πρὸς αὐτούς τι βουλόμενος εἰπεῖν οὕτω μὲν ἄν ἔφη καὶ τὴν γῆν ψυχρὰν εἶναι πρώτως λέγοιμεν, ὅτι τοῦ αἰθέρος ἀφέστηκε πλεῖστον,ʼ ὡς ἀδόκιμόν τινα παντελῶς τοῦτον καὶ. ἄτοπον ἀπορρίψας τὸν λόγον ἐγώ μοι δοκῶ μηδὲ τὴν γῆν ἄμοιρον εἰκότων καὶ πιθανῶν ἀποφαίνειν, ποιησάμενος ἀρχὴν ᾧ μάλιστα Χρύσιππος ὑπὲρ τοῦ ἀέρος κέχρηται. τί δὲ τοῦτʼ ἐστί; τὸ σκοτεινὸν ὄντα πρώτως εἶναι καὶ ψυχρὸν πρώτως. εἰ γὰρ δύο λαβὼν οὗτος ἀντιθέσεις δυνάμεων οἴεται τῇ ἑτέρᾳ καὶ τὴν ἑτέραν ἐξ ἀνάγκης; ἕπεσθαι, μυρίαι δήπουθὲν εἰσιν ἀντιτάξεις καὶ ἀντιπάθειαι πρὸς τὸν αἰθέρα τῆς γῆς,· αἷς καὶ ταύτην ἄν τις ἀκολουθεῖν ἀξιώσειεν. οὐ γὰρ ὡς βαρεῖα πρὸς κοῦφον καὶ καταρρεπὴς πρὸς ἀνωφερὲς ἀντίκειται μόνον, οὐδʼ ὡς πυκνὴ πρὸς ἀραιὸν οὐδʼ ὡς βραδεῖα καὶ στάσιμος πρὸς ὀξύρροπον καὶ κινητικόν, ἀλλʼ ὡς βαρυτάτη. πρὸς κουφότατον καὶ πυκνοτάτη πρὸς ἀραιότατον, καὶ τέλος ὡς ἀκίνητος ἐξ ἑαυτῆς πρὸς αὐτοκίνητον καὶ τὴν μέσην χώραν ἐπέχουσα πρὸς· ἀεὶ κυκλοφορούμενον. οὐκ ἄτοπον οὖν τηλικαύταις καὶ τοσαύταις ἀντιτάξεσι καὶ τὴν τῆς ψυχρότητος καὶ θερμότητος ἕπεσθαι. ναί, ἀλλὰ τὸ πῦρ καὶ λαμπρόν ἐστιν. οὔτι μὴν σκοτεινὸν ἡ γῆ; σκοτεινότατον μὲν οὖν ἁπάντων καὶ ἀφεγγέστατον. ἀέρι μέν τοι μετοχὴ φωτός ἐστι πρώτῳ, καὶ τάχιστα τρέπεται καὶ ἀναπλησθεὶς διανέμει πανταχοῦ τὴν λαμπρότητα, σῶμα παρέχων τῆς αὐγῆς ἑαυτόν· ὁ γὰρ ἥλιος ἀνίσχων, ὥς τις εἶπε τῶν διθυραμβοποιῶν, εὐθὺς ἀνέπλησεν ἀεροβατᾶν μέγαν οἶκον ἀνέμων· ἐκ τούτου δὲ καὶ λίμνῃ καὶ θαλάττῃ μοῖραν αὐγῆς κατιὼν ἐνίησι καὶ βυθοὶ ποταμῶν διαγελῶσιν, ὅσον ἀέρος ἐξικνεῖται πρὸς αὐτούς. μόνη δʼ ἡ γῆ τῶν σωμάτων ἀεὶ ἀφώτιστός ἐστι καὶ ἄτρωτος ὑφʼ ἡλίου καὶ σελήνης τῷ φωτίζοντι, θάλπεται δʼ ὑπʼ αὐτῶν καὶ παρέχει χλιαίνειν ἐπʼ ὀλίγον βάθος ἐνδυομένῳ τῷ θερμῷ· τὸ δὲ λαμπρὸν οὐ παρίησιν ὑπὸ στερεότητος ἀλλʼ ἐπιπολῆς περιφωτίζεται; τὰ δʼ ἐντὸς ὄρφνη καὶ χάος καὶ Ἅιδης ὀνομάζεται καὶ τὸ ἔρεβος τοῦτʼ ἦν ἄρα,ʼ τὸ χθόνιον καὶ ἔγγαιον σκότος. τὴν δὲ νύκτα ποιηταὶ μὲν ἐκ γῆς γεγονέναι μυθολογοῦσι, μαθηματικοὶ δὲ γῆς σκιὰν οὖσαν ἀποδεικνύουσιν, ἀντιφραττούσης πρὸς τὸν ἥλιον· ὁ γὰρ ἀὴρ ἀναπίμπλαται σκότους ὑπὸ γῆς ὡς φωτὸς ὑφʼ ἡλίου· καὶ τὸ ἀφώτιστον αὐτοῦ μῆκός ἐστι νυκτός, ὅσον ἡ σκιὰ τῆς γῆς ἐπινέμεται. διὸ τῷ μὲν ἐκτὸς ἀέρι καὶ νυκτὸς οὔσης ἄνθρωποί τε χρῶνται καὶ θηρία πολλὰ νομὰς ποιούμενα διὰ σκότους, ἁμωσγέπως ἴχνη φωτὸς καὶ ἀπορροὰς αὐγῆς ἐνδιεσπαρμένας· ἔχοντος ὁ δʼ οἰκουρὸς; καὶ ὑπωρόφιος, ἅτε δὴ τῆς γῆς πανταχόθεν περιεχούσης, κομιδῇ τυφλός ἐστι καὶ ἀφώτιστος. ἀλλὰ μὴν καὶ δέρματα καὶ κέρατα ζῴων ὅλα μὲν οὐ διίησιν αὐγὴν ὑπὸ στερεότητος, ὅταν δὲ πρισθῇ καὶ καταξεσθῇ, γίγνεται διαφανῆ, παραμιχθέντος αὐτοῖς τοῦ ἀέρος. οἶμαι δὲ καὶ μέλαιναν ἑκάστοτε τὴν γῆν ὑπὸ τῶν ποιητῶν καλεῖσθαι διὰ τὸ σκοτῶδες καὶ τὸ ἀφώτιστον ὥστε καὶ τὴν πολυτίμητον ἀντίθεσιν τοῦ σκοτεινοῦ πρὸς τὸ λαμπρὸν ἐπὶ τῆς γῆς μᾶλλον ἢ τοῦ ἀέρος ὑπάρχειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme