Thesauros Literature biography Περὶ τοῦ πρώτως ψυχροῦ

Περὶ τοῦ πρώτως ψυχροῦ

Περὶ τοῦ πρώτως ψυχροῦ Plutarch
18 ἀλλʼ αὕτη μὲν ἀπήρτηται τοῦ ζητουμένου πολλὰ γὰρ δέδεικται ψυχρὰ τῶν λαμπρῶν ὄντα καὶ θερμὰ τῶν ἀμαυρῶν καὶ σκοτεινῶν. ἐκεῖναι δὲ συγγενέστεραι δυνάμεις ψυχρότητός εἰσι, τὸ ἐμβριθὲς τὸ πυκνὸν τὸ μόνιμον τὸ ἀμετάβλητον ὧν ἀέρι μὲν οὐδεμιᾶς, γῇ δὲ μᾶλλον ἢ ὕδατι πασῶν μέτεστι. καὶ μὴν ἐν τοῖς μάλιστα τὸ ψυχρὸν αἰσθητῶς σκληρόν ἐστι καὶ σκληροποιὸν. καὶ ἀντίτυπον. ἰχθῦς μὲν γὰρ ἱστορεῖ Θεόφραστος ὑπὸ ῥίγους πεπηγότας, ἂν ἀφεθῶσιν ἐπὶ τὴν γῆν, κατάγνυσθαι καὶ συντρίβεσθαι δίκην ὑελῶν ἢ κεραμεῶν σωμάτων., ἐν δὲ Δελφοῖς αὐτὸς ἢκουες ὅτι τῶν εἰς τὸν Παρνασὸν ἀναβάντων βοηθῆσαι ταῖς Θυιάσιν, ἀπειλημμέναις ὑπὸ πνεύματος χαλεποῦ καὶ χιόνος, οὕτως ἐγένοντο διὰ τὸν πάγον σκληραὶ καὶ ξυλώδεις αἱ χλαμύδες, ὡς καὶ θραύεσθαι διατεινομένας καὶ ῥήγνυσθαι. ποιεῖ δὲ καὶ νεῦρα δυσκαμπῆ καὶ γλῶτταν ἄναυδον ἀκινησίᾳ καὶ σκληρότητι τὸ ἄγαν ψῦχος, ἐκπηγνύον τὰ καὶ μαλακὰ τοῦ σώματος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme