20
ἡ δὲ καθʼ ἕκαστον ἐνιαυτὸν ἡμᾶς μετάγουσα καὶ μετοικίζουσα χρεία τί βούλεται, χειμῶνος μὲν ἀπωτάτω φεύγουσα τῆς γῆς εἰς τὰ μετέωρα καὶ ἀπόγεια, θέρους δὲ πάλιν ἀντεχομένη τῶν κάτω καὶ ὑποδυομένη καὶ διώκουσα προσφόρους καταφυγάς, τιθεμένη τὴν δίαιταν ἐν ἀγκάλαις γῆς ἀγαπητῶς; ἆρʼ οὐχὶ ταῦτα ποιοῦμεν ἐπὶ τὴν γῆν ὑπὸ ψυχρότητος ὁδηγούμενοι τῇ αἰσθήσει καὶ τὸ πρώτως φύσει ψυχρὸν ἐπιγινώσκοντες; αἱ γοῦν παράλιοι χειμῶνος δίαιται τρόπον τινὰ γῆς φυγαί εἰσιν, ὡς ἀνυστὸν ἀπολειπόντων διὰ κρύος αὐτήν, τὸν δʼ ἔναλον ἀέρα καὶ πελάγιον θερμὸν ὄντα περιβαλλομένων εἶτʼ αὖθις ἐν θέρει τὸν γηγενῆ καὶ χερσαῖον ὑπὸ καύματος ποθοῦμεν, οὐκ αὐτὸν ὄντα ψυχρὸν ἀλλὰ τοῦ φύσει ψυχροῦ καὶ πρώτως ἀποβλαστάνοντα καὶ βεβαμμένον ὑπὸ τῆς ἐν γῇ δυνάμεως ὥσπερ βαφῇ σίδηρον. καὶ γὰρ. τῶν ῥυτῶν ὑδάτων τὰ πετραῖα καὶ ὀρεινὰ ψυχρότατα καὶ τῶν φρεατιαίων τὰ κοιλότατα· τούτοις μὲν γὰρ οὐκέτι μίγνυται διὰ βάθους ἔξωθεν ὁ ἀήρ, ἐκεῖνα δʼ ἐκπίπτει διὰ τῆς γῆς ἀμίκτου καὶ καθαρᾶς, ὡς τὸ περὶ Ταίναρον, ὃ δὴ Στυγὸς ὕδωρ καλοῦσιν, ἐκ πέτρας γλίσχρως συλλειβόμενον οὕτω ψυχρόν ἐστιν, ὥστε μηδὲν ἀγγεῖον ἄλλο μόνην δʼ ὁπλὴν ὄνου στέγειν· τὰ δʼ ἄλλα διακόπτει καὶ ῥήγνυσιν.