Thesauros Literature biography Περὶ τοῦ πρώτως ψυχροῦ

Περὶ τοῦ πρώτως ψυχροῦ

Περὶ τοῦ πρώτως ψυχροῦ Plutarch
22 τοὺς οὖν πάλαι σοφοὺς καὶ λογίους ἄμικτα θέσθαι τὰ ἐπίγεια καὶ τὰ οὐράνια χρὴ νομίζειν, οὐ τοῖς τόποις ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ κάτω καὶ ἄνω βλέποντας, ἀλλὰ τῇ διαφορᾷ τῶν δυνάμεων τὰ μὲν θερμὰ καὶ λαμπρὰ καὶ ταχέα καὶ κοῦφα τῇ θείᾳ καὶ ἀιδίῳ φύσει προσνέμοντας, τὰ δὲ σκοτεινὰ καὶ ψυχρὰ καὶ βραδέα φθιτῶν καὶ ἐνέρων οὐκ εὐδαίμονα κλῆρον ἀποφαίνοντας. ἐπεὶ καὶ τὸ σῶμα τοῦ ζῴου, μέχρι μὲν ἔμπνουν ἐστὶ καὶ θαλερόν, ὡς οἱ ποιηταὶ λέγουσι, θερμότητι χρῆται καὶ ζωῇ· γενόμενον δὲ τούτων ἔρημον καὶ ἀπολειφθὲν ἐν μόνῃ τῇ τῆς γῆς μοίρᾳ ψυχρότης εὐθὺς ἴσχει καὶ κρύος, ὡς ἐν παντὶ μᾶλλον ἢ τῷ γεώδει κατὰ φύσιν θερμότητος ἐνυπαρχούσης
23 ταῦτʼ, ὦ Φαβωρῖνε, τοῖς εἰρημένοις ὑφʼ ἑτέρων παράβαλλε· κἂν μήτε λείπηται τῇ πιθανότητι μήτε ὑπερέχῃ πολύ, χαίρειν ἔα τὰς δόξας, τὸ ἐπέχειν ἐν τοῖς ἀδήλοις τοῦ συγκατατίθεσθαι φιλοσοφώτερον ἡγούμενος.
← Previous 19 / 19

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme