3
ἔτι στέρησις μὲν οὐδεμία δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐδʼ ἂν εἴποι τις ἕτερον ἑτέρου μᾶλλον πεπηρῶσθαι τῶν μὴ βλεπόντων ἢ σιωπᾶν τῶν μὴ φθεγγομένων ἢ τεθνάναι τῶν μὴ ζώντων. ἐν δὲ τοῖς ψυχροῖς πολὺ τὸ μᾶλλον καὶ τὸ ἧττον ἔνεστι καὶ τὸ λίαν καὶ τὸ μὴ λίαν καὶ ὅλως ἐπιτάσεις καὶ ἀνέσεις, ὥσπερ ἐν τοῖς θερμοῖς, διὰ τὸ τὴν ὕλην πῆ μὲν σφόδρα πῆ δʼ ἠρέμα πάσχουσαν ὑπὸ τῶν ἐναντίων δυνάμεων ἕτερα μᾶλλον ἑτέρων καὶ θερμότερα καὶ ψυχρότερα παρέχειν ἐξ ἑαυτῆς. καὶ γὰρ ἕξεως μὲν οὐκ ἔστι μῖξις πρὸς στέρησιν οὐδʼ ἀναδέχεται δύναμις οὐδεμία τὴν ἀντικειμένην αὐτῇ στέρησιν ἐπιοῦσαν οὐδὲ ποιεῖ κοινωνὸν ἀλλʼ ἀντεξανίσταται θερμὰ δʼ ἐστίν,, ἄχρι οὗ κεραννύμενα ψυχροῖς ὑπομένει, καθάπερ μέλανα λευκοῖς καὶ βαρέσιν ὁζέα καὶ γλυκέσιν αὐστηρά, παρέχοντα τῇ κοινωνίᾳ ταύτῃ καὶ ἁρμονίᾳ χρωμάτων τε καὶ φθόγγων καὶ φαρμάκων καὶ ὄψων προσφιλεῖς πολλὰς καὶ φιλανθρώπους γενέσεις. ἡ μὲν γὰρ κατὰ στέρησιν καὶ ἕξιν ἀντίθεσις πολεμικὴ καὶ ἀσύμβατός ἐστιν, οὐσίαν θατέρου τὴν θατέρου φθορὰν ἔχοντος· τῇ δὲ κατὰ τὰς ἐναντίας δυνάμεις καιροῦ τυχούσῃ πολλὰ μὲν αἱ τέχναι χρῶνται, πλεῖστα δʼ ἡ φύσις ἔν τε ταῖς ἄλλαις γενέσεσι καὶ ταῖς περὶ τὸν ἀέρα τροπαῖς, καὶ ὅσα διακοσμῶν καὶ βραβεύων ὁ θεὸς ἁρμονικὸς καλεῖται καὶ μουσικὸς, οὐ βαρύτητας συναρμόττων καὶ ὀξύτητας οὐδὲ λευκὰ καὶ μέλανα συμφώνως ὁμιλοῦντα παρέχων ἀλλήλοις, ἀλλὰ τὴν τῆς θερμότητος καὶ ψυχρότητος ἐν κόσμῳ κοινωνίαν καὶ διαφορὰν, ὅπως συνοίσονταί τε μετρίως καὶ διοίσονται πάλιν, ἐπιτροπεύων καὶ τὸ ἄγαν ἑκατέρας ἀφαιρῶν εἰς τὸ δέον ἀμφοτέρας καθίστησι.