Thesauros Literature biography Περὶ τοῦ πρώτως ψυχροῦ

Περὶ τοῦ πρώτως ψυχροῦ

Περὶ τοῦ πρώτως ψυχροῦ Plutarch
4 καὶ μὴν ψυχροῦ μὲν αἴσθησις ἔστιν, ὥσπερ καὶ θερμοῦ· στέρησις δʼ οὔθʼ ὁρατὸν οὔτʼ ἀκουστὸν οὔθʼ ἁπτὸν οὔτε ταῖς ἄλλαις αἰσθήσεσι γνωστόν. οὐσίας γάρ τινος αἴσθησις ἦν ὅπου δʼ οὐσία μὴ φαίνεται, νοεῖται στέρησις, οὐσίας ἀπόφασις οὖσα, καθάπερ ὄψεως τυφλότης καὶ φωνῆς σιωπὴ καὶ σώματος ἐρημία καὶ κενόν. οὔτε γὰρ κενοῦ διʼ ἁφῆς αἴσθησις ἔστιν, ἀλλʼ ὅπου μὴ γίγνεται σώματος ἁφή, κενοῦ γίγνεται νόησις οὔτε σιγῆς ἀκούομεν, ἀλλά, κἂν μηδενὸς ἀκούωμεν, σιγὴν νοοῦμεν· ὡς δʼ αὔτως καὶ τυφλῶν καὶ γυμνῶν καὶ ἀόπλων οὐκ αἴσθησις ἔστιν ἀλλʼ αἰσθήσεως; ἀποφάσει νόησις 1 ἔδει τοίνυν μὴ γίγνεσθαι ψυχρῶν αἴσθησιν, ἀλλʼ ὅπου τὸ θερμὸν ἐπιλείπει νοεῖσθαι τὸ ψυχρόν, εἴπερ ἦν θερμοῦ στέρησις· εἰ δʼ, ὥσπερ τὸ θερμὸν ἀλέᾳ καὶ διακρίσει τῆς σαρκός, οὕτω συγκρίσει καὶ πυκνώσει τὸ ψυχρὸν αἰσθητόν ἐστι, δῆλον ὅτι καὶ ψυχρότητος ἰδία τις ἔστιν ἀρχὴ καὶ πηγὴ καθάπερ θερμότητος.
5 ἔτι τοίνυν ἕν τι καὶ ἁπλοῦν ἡ περὶ ἕκαστον εἶδος στέρησις, αἱ δʼ οὐσίαι πλείονας διαφορὰς καὶ δυνάμεις ἔχουσι μονοειδὲς γὰρ ἡ σιωπὴ ποικίλον δʼ ἡ φωνή, νῦν μὲν ἐνοχλοῦσα νῦν δὲ τέρπουσα τὴν αἴσθησιν. ἔχει δὲ τοιαύτας καὶ τὰ χρώματα καὶ τὰ σχήματα διαφοράς, ἐν αἷς ἄλλοτʼ ἄλλως τὸν προστυγχάνοντα διατίθησι τὸ δʼ ἀναφὲς καὶ ἄχρωστον καὶ ὅλως ἄποιον οὐκ ἔχει διαφοράν, ἀλλʼ ὅμοιόν ἐστιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme