6
ἆρʼ οὖν ἔοικε τοῖς στερητικοῖς τούτοις τὸ ψυχρόν, ὥστε μὴ ποιεῖν ἐν τοῖς πάθεσι διαφοράν, ἢ τοὐναντίον ἡδοναί τε μεγάλαι καὶ ὠφέλιμοι τοῖς σώμασιν ἀπὸ ψυχρῶν ὑπάρχουσι καὶ βλάβαι πάλιν νεανικαὶ καὶ πόνοι καὶ βαρύτητες, ὑφʼ ὧν οὐκ ἀεὶ φεύγει καὶ ἀπολείπει τὸ θερμὸν ἀλλὰ πολλάκις ἐγκαταλαμβανόμενον ἀνθίσταται καὶ μάχεται, τῇ μάχῃ δʼ αὐτῶν ὄνομα φρίκη καὶ τρόμος, ἡττωμένῳ δὲ τῷ θερμῷ τὸ πήγνυσθαι καὶ ναρκᾶν ἐπιγίνεται, κρατοῦν δὲ τοῦ ψυχροῦ διάχυσιν παρέχει καὶ ἀλέαν τῷ σώματι μεθʼ ἡδονῆς, ὅπερ Ὅμηρος ἰαίνεσθαι κέκληκεν; ἀλλὰ ταῦτά γε παντὶ δῆλα· καὶ τούτοις οὐχ ἥκιστα τοῖς πάθεσιν ἐνδείκνυται τὸ ψυχρόν, ὅτι πρὸς τὸ θερμὸν ὡς οὐσία πρὸς οὐσίαν ἢ πάθος πρὸς πάθος οὐχ ὡς ἀπόφασις ἀντίκειται καὶ στέρησις, οὐδὲ φθορὰ τίς ἐστι τοῦ θερμοῦ καὶ ἀναίρεσις ἀλλὰ φθαρτικὴ φύσις καὶ δύναμις. ἢ καὶ τὸν χειμῶνα τῶν ὡρῶν καὶ τὰ βόρεια τῶν πνευμάτων ἐξέλωμεν, ὡς στερήσεις ὄντα τῶν θερμῶν καὶ νοτίων ἰδίαν δʼ ἀρχὴν οὐκ ἔχοντα.