Thesauros Literature biography Περὶ τοῦ πρώτως ψυχροῦ

Περὶ τοῦ πρώτως ψυχροῦ

Περὶ τοῦ πρώτως ψυχροῦ Plutarch
8 εἰ δʼ ἀπολειπτέον οὐσίαν ψυχροῦ καὶ θερμοῦ, προάγωμεν ἐπὶ τὸ ἑξῆς τὸν λόγον, ἥτις ἐστὶν οὐσία καὶ ἀρχὴ καὶ φύσις ψυχρότητος, ζητοῦντες· οἱ μὲν οὖν, τῶν σκαληνῶν καὶ τριγωνοειδῶν σχηματισμῶν ἐν τοῖς σώμασι κειμένων, τὸ ῥιγοῦν καὶ τρέμειν καὶ φρίττειν καὶ ὅσα συγγενῆ τοῖς πάθεσι τούτοις ὑπὸ τραχύτητος ἐγγίγνεσθαι λέγοντες, εἰ καὶ τοῖς κατὰ μέρος διαμαρτάνουσι, τὴν γοῦν ἀρχὴν ὅθεν δεῖ λαμβάνουσι δεῖ γὰρ ὥσπερ ἀφʼ ἑστίας τῆς τῶν ὅλων οὐσίας ἄρχεσθαι τὴν ζήτησιν. ᾧ καὶ μάλιστα δόξειεν ἂν ἰατροῦ καὶ γεωργοῦ καὶ αὐλητοῦ διαφέρειν ὁ φιλόσοφος. ἐκείνοις μὲν γὰρ ἐξαρκεῖ τὰ ἔσχατα τῶν αἰτίων θεωρῆσαι 1 τὸ γὰρ ἐγγυτάτω τοῦ πάθους αἴτιον ἂν συνοφθῇ, πυρετοῦ μὲν ἔντασις ἢ παρέμπτωσις ἐρυσίβης δʼ ἣλιοι πυριφλεγεῖς ἐπʼ ὄμβρῳ βαρύτητος δὲ κλίσις αὐλῶν καὶ συναγωγὴ πρὸς ἀλλήλους, ἱκανόν ἐστι τῷ τεχνίτῃ πρὸς τὸ οἰκεῖον ἔργον. τῷ δὲ φυσικῷ θεωρίας ἕνεκα μετιόντι τἀληθὲς ἡ τῶν ἐσχάτων γνῶσις οὐ τέλος ἐστὶν ἀλλʼ ἀρχὴ τῆς ἐπὶ τὰ πρῶτα καὶ ἀνωτάτω πορείας. διὸ καὶ Πλάτων ὀρθῶς καὶ Δημόκριτος αἰτίαν θερμότητος καὶ βαρύτητος ζητοῦντες οὐ κατέπαυσαν ἐν γῇ καὶ πυρὶ τὸν λόγον ἀλλʼ ἐπὶ τὰς νοητὰς ἀναφέροντες ἀρχὰς τὰ αἰσθητὰ μέχρι τῶν ἐλαχίστων ὥσπερ σπερμάτων προῆλθον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme