9
οὐ μὴν ἀλλὰ καὶ τὰ αἰσθητὰ ταυτὶ προανακινῆσαι βέλτιόν ἐστιν, ἐν οἷς Ἐμπεδοκλῆς τε καὶ Στράτων καὶ οἱ Στωικοὶ τὰς οὐσίας τίθενται τῶν δυνάμεων, οἱ μὲν Στωικοὶ τῷ ἀέρι τὸ πρώτως ψυχρὸν ἀποδιδόντες, Ἐμπεδοκλῆς δὲ καὶ Στράτων τῷ ὕδατι· τὴν δὲ γῆν ἴσως ἂν ἕτερος φανείη ψυχρότητος αἰτίαν ὑποτιθέμενος. πρότερον δὲ τὰ ἐκείνων σκοπῶμεν. ἐπεὶ τὸ πῦρ θερμὸν ἅμα καὶ λαμπρόν ἐστι, δεῖ τὴν ἀντικειμένην τῷ πυρὶ φύσιν ψυχρὰν τʼ εἶναι καὶ σκοτεινήν· ἀντίκειται γὰρ ὡς τῷ λαμπρῷ τὸ ζοφερὸν οὕτω τῷ. θερμῷ τὸ ψυχρόν· ἔστι γὰρ ὡς ὄψεως τὸ σκοτεινὸν οὕτω τὸ ψυχρὸν ἁφῆς συγχυτικόν, 1 ἡ δὲ θερμότης διαχεῖ τὴν αἴσθησιν τοῦ ἁπτομένου καθάπερ ἡ λαμπρότης τοῦ ὁρῶντος. τὸ ἄρα πρώτως σκοτεινὸν ἐν τῇ φύσει πρώτως καὶ ψυχρόν ἐστιν. ὅτι δʼ ἀὴρ τὸ πρώτως σκοτεινὸν ἐστιν, οὐδὲ τοὺς ποιητὰς; λέληθεν· ἀέρα γὰρ τὸ σκότος 1 καλοῦσιν ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖʼ ἦν οὐδὲ σελήνη οὐρανόθεν προύφαινε· καἴπάλιν ἠέρα ἑσσάμενοι πᾶσαν φοιτῶσιν ἐπʼ αἶαν καὶ πάλιν αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, ἠέλιος δʼ ἐπέλαμψε· μάχη δʼ ἐπὶ πᾶσα φαάνθη. καὶ γάρ κνέφας τὸν ἀφώτιστον ἀέρα καλοῦσι, κενόν, ὡς ἔοικε, φάους ὄντα· καὶ νέφος ὁ συμπεσὼν καὶ πυκνωθεὶς ἀὴρ ἀποφάσει φωτὸς κέκληται καλεῖται δὲ καὶ ἀχλὺς καὶ ὁμίχλη· καὶ ὅσα τοῦ φωτὸς οὐ παρέχει τῇ αἰσθήσει δίοψιν ἀέρος εἰσὶ διαφοραί· καὶ τὸ ἀειδὲς αὐτοῦ καὶ ἄχρωστον Ἅιδης καὶ Ἀχέρων ἐπίκλησιν ἔσχεν. ὥσπερ οὖν αὐγῆς ἐπιλιπούσης σκοτεινὸς ἀήρ, οὕτω θερμοῦ μεταστάντος τὸ ἀπολειπόμενον ἀὴρ ψυχρὸς ἄλλο δʼ οὐδέν ἐστι· διὸ καὶ Τάρταρος οὗτος ὑπὸ ψυχρότητος κέκληται δηλοῖ δὲ καὶ Ἡσίοδος εἰπὼν τάρταρά τʼ ἠερόεντα· καὶ τὸ ῥιγοῦντα πάλλεσθαι καὶ τρέμειν ταρταρίζειν ταῦτα μὲν οὖν τοιοῦτον ἔχει λόγον.