Thesauros Literature biography Περὶ τοῦ πρώτως ψυχροῦ

Περὶ τοῦ πρώτως ψυχροῦ

Περὶ τοῦ πρώτως ψυχροῦ Plutarch
10 ἐπεὶ δʼ ἡ φθορὰ μεταβολὴ τίς ἐστι τῶν φθειρομένων εἰς τοὐναντίον ἑκάστῳ, σκοπῶμεν εἰ καλῶς εἴρηται τὸ πυρὸς θάνατος ἀέρος γένεσις θνήσκει γὰρ καὶ πῦρ ὥσπερ ζῷον, ἢ βίᾳ σβεννύμενον ἢ διʼ αὑτοῦ μαραινόμενον. ἡ μὲν οὖν σβέσις ἐμφανεστέραν ποιεῖ τὴν εἰς ἀέρα μεταβολὴν αὐτοῦ· καὶ γὰρ ὁ καπνὸς ἀέρος ἐστὶν εἶδος καὶ ἡ κατὰ Πίνδαρον ἀέρα κνισᾶντι λακτίζοισα καπνῷ λιγνὺς καὶ ἀναθυμίασις. οὐ μὴν ἀλλὰ καὶ φθινούσης ἀτροφίᾳ φλογὸς ἰδεῖν ἔστιν, ὥσπερ ἐπὶ τῶν λύχνων,. τὸ ἄκρον εἰς ἀέρα καὶ γνοφώδη καὶ ζοφερὸν ἀπο χεόμενον. ἱκανῶς δʼ καὶ ὁ τῶν μετὰ λουτρὸν ἢ· πυρίαν περιχεαμένων ψυχρὸν ἀνιὼν ἀτμὸς ἐνδείκνυται τὴν εἰς ἀέρα τοῦ θερμοῦ φθειρομένου 1 μεταβολήν, ὡς φύσει πρὸς τὸ πῦρ ἀντικείμενον· ᾧ τὸ πρώτως τὸν ἀέρα σκοτεινὸν εἶναι καὶ ψυχρὸν ἠκολούθει.
11 καὶ μὴν ἁπάντων γε τῶν γιγνομένων ὑπὸ ψυχρότητος ἐν τοῖς σώμασι σφοδρότατον καὶ. βιαιότατον ἡ πῆξις οὖσα πάθος μέν ἐστιν ὕδατος; ἔργον δʼ ἀέρος·ʼ αὐτὸ μὲν γὰρ καθʼ ἑαυτὸ τὸ ὕδωρ εὐδιάχυτον καὶ ἀπαγὲς καὶ ἀσύστατόν ἐστιν, ἐντείνεται δὲ καὶ συνάγεται τῷ ἀέρι σφιγγόμενον ὑπὸ ψυχρότητος διὸ καὶ λέλεκται εἰ δὲ νότος βορέην προκαλέσσεται, αὐτίκα νίψει. τοῦ γὰρ νότου καθάπερ ὕλην τὴν ὑγρότητα παρασκευάσαντος, ὁ βόρειος ἀὴρ ὑπολαβὼν ἔπηξε. καὶ δῆλόν ἐστι μάλιστα περὶ τὰς χιόνας· ἀέρα γὰρ μεθεῖσαι καὶ προαναπνεύσασαι λεπτὸν καὶ ψυχρὸν οὕτω ῥέουσιν· Ἀριστοτέλης δὲ καὶ τὰς ἀκόνας τοῦ μολίβδου τήκεσθαί φησι καὶ ῥεῖν ὑπὸ κρύους καὶ χειμῶνος, ὕδατος μόνου πλησιάζοντος αὐταῖς· ὁ δʼ ἀήρ, ὡς ἔοικε, συνελαύνων τὰ σώματα τῇ ψυχρότητι καταθραύει καὶ ῥήγνυσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme