Thesauros Literature biography Περὶ τοῦ πότερον ὕδωρ ἢ πῦρ χρησιμώτερον

Περὶ τοῦ πότερον ὕδωρ ἢ πῦρ χρησιμώτερον

Περὶ τοῦ πότερον ὕδωρ ἢ πῦρ χρησιμώτερον Plutarch
12 ἐπεὶ δὲ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, τί τέχνης τῷ βίῳ λυσιτελέστερον; τέχνης δὲ πάσας καὶ ἀνεῦρε τὸ πῦρ καὶ σῴζει διὸ καὶ τὸν Ἥφαιστον ἀρχηγὸν αὐτῶν ποιοῦσι. καὶ μὴν ὀλίγου χρόνου καὶ βίου τοῖς ἀνθρώποις δεδομένου, ὁ μὲν Ἀρίστων φησὶν ὅτι ὁ ὕπνος οἷον τελώνης τὸ ἣμισυ ἀφαιρεῖ τούτου· ἐγὼ δʼ ἂν εἴποιμι διόπερ σκότος ἐγρήγορεν ἀεὶ διὰ νυκτός, ἀλλʼ οὐδὲν ὄφελος ἀπὸ τῆς ἐγρηγόρσεως, εἰ μὴ τὸ πῦρ τὰ τῆς ἡμέρας ἡμῖν παρεῖχεν ἀγαθά, καὶ τὴν ἡμέρας καὶ νυκτὸς ἐξῄρει διαφοράν. εἰ τοίνυν τοῦ ζῆν οὐδὲν ἀνθρώποις λυσιτελέστερον καὶ τοῦτο πολλαπλασιάζει τὸ πῦρ, πῶς οὐκ καὶ εἴη πάντων ὠφελιμώτατον;
13 καὶ μήν, οὗ πλείστου κρᾶσις τῆς τῶν αἰσθήσεων μετείληφεν, οὐκ ἂν εἴη λυσιτελέστατον; οὐχ ὁρᾷς οὖν, ὡς τῇ μὲν ὑγρᾷ φύσει οὐδεμία τῶν αἰσθήσεων κατʼ αὑτὴν προσχρῆται χωρὶς πνεύματος ἢ πυρὸς ἐγκεκραμένου, τοῦ δὲ πυρὸς ἅπασα μὲν αἴσθησις, οἷον τὸ ζωτικὸν ἐνεργαζομένου, μετείληφεν, ἐξαιρέτως δʼ ἡ ὄψις, ἣτις ὀξυτάτη τῶν διὰ σώματός ἐστιν αἰσθήσεων, πυρὸς ἔξαμμα οὖσα καὶ ὅτι θεῶν πίστιν παρέσχηκεν ἔτι τε, Πλάτων φησί, δυνάμεθα κατασχηματίζειν πρὸς τὰς τῶν ἐν οὐρανῷ κινήσεις τὴν ψυχὴν διὰ τῆς ὄψεως;
← Previous 6 / 6

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme