Thesauros Literature biography Πότερα τῶν ζῴων φρονιμώτερα τὰ χερσαῖα ἢ τὰ ἔνυδρα

Πότερα τῶν ζῴων φρονιμώτερα τὰ χερσαῖα ἢ τὰ ἔνυδρα

Πότερα τῶν ζῴων φρονιμώτερα τὰ χερσαῖα ἢ τὰ ἔνυδρα Plutarch
5 ΣΩΚΛ. ἀλλὰ θαυμαστὸν ὅσον ἄνθρωπος εὐμαθείᾳ καὶ ἀγχινοίᾳ καὶ τοῖς περὶ δικαιοσύνην καὶ κοινωνίαν διαφέρει τῶν ζῴων. ΑΥΤ.. καὶ γὰρ ἐκείνων, ὦ ἑταῖρε, πολλὰ τοῦτο μὲν μεγέθει καὶ ποδωκείᾳ τοῦτο δʼ ὄψεως ῥώμῃ μνημονεύειν ἀναπεπλησμένους ταραχῆς; καὶ παραπεπαικότας ἀγνοεῖν τὰ φίλτατα πρόσωπα καὶ φεύγειν τὰς συντρόφους διαίτας, ἢ παρορᾶν τὸ φαινόμενον ἔοικεν ἢ συνορῶν τὸ γιγνόμενον ἐξ αὐτοῦ φιλονεικεῖν πρὸς τὴν ἀλήθειαν.
6 ΣΩΚΛ.. ὀρθῶς μοι δοκεῖς ὑπονοεῖν· οἱ γὰρ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου μάλιστα πρὸς τοὐναντίον ἐντείνονται τῷ λόγῳ, τῆς δικαιοσύνης ἑτέραν γένεσιν οὐκ ἐχούσης, ἀλλὰ παντάπασιν ἀσυστάτου καὶ ἀνυπάρκτου γιγνομένης, εἰ πᾶσι τοῖς ζῴοις λόγου μέτεστι γίγνεται γὰρ ἢ τὸ ἀδικεῖν ἀναγκαῖον ἡμῖν ἀφειδοῦσιν αὐτῶν, ἢ μὴ χρωμένων αὐτοῖς τὸ ζῆν ἀδύνατον καὶ ἄπορον· καὶ τρόπον τινὰ θηρίων βίον βιωσόμεθα, τὰς ἀπὸ τῶν θηρίων προέμενοι χρείας. ἀφίημι γὰρ Νομάδων καὶ Τρωγλοδυτῶν ἀνεξευρέτους ἀριθμῷ μυριάδας, οἳ τροφὴν σάρκας ἄλλο δʼ οὐδὲν ἴσασιν ἀλλʼ ἡμῖν τοῖς ἡμέρως καὶ φιλανθρώπως ζῆν δοκοῦσι ποῖον ἔργον ἀπολείπεται γῆς, ποῖον ἐν θαλάττῃ, τίς ἐν ὄρεσι τέχνη, τίς κόσμος διαίτης, ἂν, ὡς προσήκει, λογικοῖς καὶ ὁμοφύλοις πᾶσι τοῖς ζῴοις οὖσιν ἀβλαβῶς καὶ μετʼ εὐλαβείας προσφέρεσθαι μάθωμεν, ἔργον ἐστὶν εἰπεῖν. οὐδὲν οὖν φάρμακον οὐδʼ ἴαμα ἢ τὸν βίον ἀναιρούσης ἢ τὴν δικαιοσύνην ἀπορίας ἔχομεν, ἂν μὴ τὸν ἀρχαῖον ὅρον καὶ νόμον φυλάττωμεν, ᾧ καθʼ Ἡσίοδον ὁ τὰς φύσεις διελὼν καὶ θέμενος ἰδίᾳ τῶν γενῶν ἑκάτερον ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστι μετʼ αὐτοῖς, ἀνθρώποισι δʼ ἔδωκε δίκην πρὸς ἀλλήλους. οἷς δʼ οὐκ ἔστι τὸ δικαιοπραγεῖν πρὸς ἡμᾶς·, οὐδʼ ἡμῖν πρὸς ἐκεῖνα γίγνεται τὸ ἀδικεῖν· ὡς οἵ γε τοῦτον προέμενοι τὸν λόγον οὔτʼ εὐρεῖαν ἄλλην οὔτε λιτὴν τῇ δικαιοσύνῃ παρεισελθεῖν ὁδὸν ἀπολελοίπασι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme