10
ΟΔ. νῦν μὲν οὖν, ὦ Γρύλλε, μεταβέβλησαι σύ, καὶ τὸ πρόβατον λογικὸν ἀποφαίνεις καὶ τὸν ὄνον;
10
ΓΡ.. αὐτοῖς μὲν οὖν τούτοις, ὦ βέλτιστε Ὀδυσσεῦ, μάλιστα δεῖ τεκμαίρεσθαι τὴν τῶν θηρίων φύσιν, ὡς λόγου καὶ συνέσεως οὐκ ἔστιν ἄμοιρος. ὡς γὰρ οὐκ ἔστι δένδρον ἕτερον ἑτέρου μᾶλλον οὐδʼ ἧττον ἄψυχον, ἀλλʼ ὁμοίως ἔχει πάντα πρὸς ἀναισθησίαν· οὐδενὶ γὰρ αὐτῶν ψυχῆς μέτεστιν οὕτως οὐκ ἐδόκει ζῷον ἕτερον ἑτέρου τῷ φρονεῖν ἀργότερον εἶναι καὶ δυσμαθέστερον, εἰ μὴ πάντα λόγου καὶ συνέσεως, ἄλλα δὲ μᾶλλον καὶ ἧττον ἄλλων πως μετεῖχεν. ἐννόησον δʼ ὅτι τὰς ἐνίων ἀβελτερίας καὶ βλακείας ἐλέγχουσιν ἑτέρων πανουργίαι καὶ δριμύτητες, ὅταν ἀλώπεκι καὶ λύκῳ καὶ μελίττῃ παραβάλῃς ὄνον καὶ πρόβατον ὥσπερ εἰ σαυτῷ τὸν Πολύφημον ἢ τῷ πάππῳ σου τῷ Αὐτολύκῳ τὸν Κορίνθιον ἐκεῖνον Ὅμηρον. οὐ γὰρ οἶμαι θηρίου πρὸς θηρίον ἀπόστασιν εἶναι τοσαύτην, ὅσον ἄνθρωπος ἀνθρώπου τῷ φρονεῖν καὶ λογίζεσθαι καὶ μνημονεύειν ἀφέστηκεν.
10
ΟΔ. ἀλλʼ ὅρα, Γρύλλε, μὴ δεινὸν ᾖ καὶ βίαιον ἀπολιπεῖν λόγον, οἷς οὐκ ἐγγίγνεται θεοῦ νόησις.
10
ΓΡ. Εἶτά σε μὴ φῶμεν, ὦ Ὀδυσσεῦ, σοφὸν οὕτως ὄντα καὶ περιττὸν Σισύφου γεγονέναι;