3
ΓΡ. Καὶ ἡμεῖς τοίνυν λέγειν. ἀρκτέον δὲ πρῶτον ἀπὸ τῶν ἀρετῶν, ἐφʼ αἷς ὁρῶμεν ὑμᾶς μέγα φρονοῦντας, ὡς τῶν θηρίων πολὺ καὶ δικαιοσύνῃ καὶ φρονήσει καὶ ἀνδρείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς διαφέροντας. ἀπόκριναι δή μοι, σοφώτατʼ ἀνδρῶν ἤκουσα γάρ σού ποτε διηγουμένου τῇ Κίρκῃ περὶ τῆς τῶν Κυκλώπων γῆς, ὡς οὔτʼ ἀρουμένη τὸ παράπαν, οὔτε τινὸς εἰς αὐτὴν φυτεύοντος οὐδὲν, οὕτως ἐστὶν ἀγαθὴ καὶ γενναία τὴν φύσιν, ὥσθʼ ἅπαντας ἐκφέρειν τοὺς καρποὺς ἀπʼ αὐτῆς· πότερον οὖν ταύτην ἐπαινεῖς μᾶλλον ἢ τὴν αἰγίβοτον Ἰθάκην καὶ τραχεῖαν, ἣ μόλις ἀπʼ ἔργων τε πολλῶν καὶ διὰ πόνων μεγάλων μικρὰ καὶ γλίσχρα καὶ μηδενὸς ἄξια τοῖς γεωργοῦσιν ἀναδίδωσι; καὶ ὅπως οὐ χαλεπῶς οἴσεις, παρὰ τὸ φαινόμενον εὐνοίᾳ τῆς πατρίδος ἀποκρινόμενος.
3
ΟΔ. ἀλλʼ οὐ δεῖ ψεύδεσθαι φιλῶ μὲν γὰρ καὶ ἀσπάζομαι τὴν ἐμαυτοῦ πατρίδα καὶ χώραν μᾶλλον, ἐπαινῶ δὲ καὶ θαυμάζω τὴν ἐκείνων.
3
ΓΡ. Οὐκοῦν τοῦτο μὲν οὕτως ἔχειν φήσομεν, ὡς ὁ φρονιμώτατος ἀνθρώπων ἄλλα μὲν οἴεται δεῖν ἐπαινεῖν καὶ δοκιμάζειν ἄλλα δʼ αἱρεῖσθαι καὶ ἀγαπᾶν, ἐκεῖνο δʼ οἶμαί σε καὶ περὶ τῆς ψυχῆς ἀποκεκρίσθαι ταὐτὸν γάρ ἐστι τῷ περὶ τῆς χώρας, ὡς ἀμείνων ἣτις ἄνευ πόνου τὴν ἀρετὴν ὥσπερ αὐτοφυῆ καρπὸν ἀναδίδωσιν.
3
ΟΔ. ἔστω σοι καὶ τοῦθʼ οὕτως.
3
ΓΡ. Ἤδη οὖν ὁμολογεῖς τὴν τῶν θηρίων ψυχὴν εὐφυεστέραν εἶναι πρὸς γένεσιν ἀρετῆς καὶ τελειοτέραν· ἀνεπίτακτος γὰρ καὶ ἀδίδακτος ὥσπερ ἄσπορος καὶ ἀνήροτος ἐκφέρει καὶ αὔξει κατὰ φύσιν τὴν ἑκάστῳ προσήκουσαν ἀρετήν.
3
ΟΔ. καὶ τίνος ποτʼ ἀρετῆς, ὦ Γρύλλε, μέτεστι τοῖς θηρίοις;