Thesauros Literature biography Περὶ τοῦ τὰ ἄλογα λόγῳ χρῆσθαι

Περὶ τοῦ τὰ ἄλογα λόγῳ χρῆσθαι

Περὶ τοῦ τὰ ἄλογα λόγῳ χρῆσθαι Plutarch
4 ΓΡ. τίνος μὲν οὖν οὐχὶ μᾶλλον ἢ τῷ σοφωτάτῳ τῶν ἀνθρώπων; σκόπει δὲ πρῶτον, εἰ βούλει, τὴν ἀνδρείαν, ἐφʼ σὺ φρονεῖς μέγα καὶ οὐκ ἐγκαλύπτῃ θρασὺςκαὶ πτολίπορθοςἀποκαλούμενος, ὅστις, ὦ σχετλιώτατε, δόλοις καὶ μηχαναῖς ἀνθρώπους ἁπλοῦν καὶ γενναῖον εἰδότας πολέμου τρόπον ἀπάτης δὲ καὶ ψευδῶν ἀπείρους παρακρουσάμενος, ὄνομα τῇ πανουργίᾳ προστίθης τῆς ἀρετῆς ἥκιστα πανουργίαν προσιεμένης. ἀλλὰ τῶν γε θηρίων τοὺς πρὸς ἄλληλα καὶ πρὸς ὑμᾶς ἀγῶνας ὁρᾷς ὡς ἄδολοι καὶ ἄτεχνοι καὶ μετʼ ἐμφανοῦς γυμνοῦ τε τοῦ θαρρεῖν πρὸς ἀληθινῆς ἀλκῆς ποιοῦνται τὰς ἀμύνας· καὶ οὔτε νόμου καλοῦντος οὔτʼ ἀστρατείας δεδοικότα γραφὴν ἀλλὰ φύσει φεύγοντα τὸ κρατεῖσθαι μέχρι τῶν ἐσχάτων ἐγκαρτερεῖ καὶ διαφυλάττει τὸ ἀήττητον οὐ γὰρ ἡττᾶται κρατούμενα τοῖς σώμασιν οὔδʼ ἀπαγορεύει ταῖς ψυχαῖς ἀλλὰ ταῖς μάχαις ἐναποθνήσκει. πολλῶν δὲ θνησκόντων ἡ ἀλκὴ μετὰ τοῦ θυμοειδοῦς ἀποχωρήσασά ποι καὶ συναθροισθεῖσα περὶ ἕν τι τοῦ σώματος μόριον ἀνθίσταται τῷ κτείνοντι καὶ πηδᾷ καὶ ἀγανακτεῖ, μέχρι ἂν ὥσπερ πῦρ ἐγκατασβεσθῇ παντάπασι καὶ ἀπόληται. δέησις δʼ οὐκ ἔστιν οὐδʼ οἴκτου παραίτησις οὐδʼ ἐξομολόγησις ἥττης, οὐδὲ δουλεύει λέων λέοντι καὶ ἵππος ἵππῳ διʼ ἀνανδρίαν, ὥσπερ ἄνθρωπος ἀνθρώπῳ, τὴν τῆς δειλίας ἐπώνυμον εὐκόλως ἐνἀσπαζόμενος. ὅσα δʼ ἄνθρωποι πάγαις ἢ δόλοις ἐχειρώσαντο, τὰ μὲν ἤδη τέλεια καὶ τροφὴν ἀπωσάμενα καὶ πρὸς δίψαν ἐγκαρτερήσαντα τὸν πρὸ δουλείας ἐπάγεται καὶ ἀγαπᾷ θάνατον· νεοσσοῖς δὲ καὶ σκύμνοις τούτων, διʼ ἡλικίαν εὐαγώγοις καὶ ἁπαλοῖς οὖσιν, πολλὰ καὶ ἀπατηλὰ μειλίγματα καὶ ὑποπεττεύματα προσφέροντες καὶ καταφαρμάττοντες, ἡδονῶν παρὰ φύσιν γευόμενα καὶ διαίτης ἀδρανῆ χρόνῳ κατειργάσαντο, ἕως προσεδέξαντο καὶ ὑπέμειναν τὴν καλουμένην ἐξημέρωσιν ὥσπερ ἀπογυναίκωσιν τοῦ θυμοειδοῦς· οἷς δὴ μάλιστα δῆλον ὅτι τὰ θηρία πρὸς τὸ θαρρεῖν εὖ πέφυκε. τοῖς δʼ ἀνθρώποις ἡ παρρησία καὶ παρὰ φύσιν ἐστίν· ἐκεῖθεν δʼ ἄν, ὦ βέλτιστʼ Ὀδυσσεῦ, μάλιστα καταμάθοις· ἐν γὰρ τοῖς θηρίοις ἰσορροπεῖ πρὸς ἀλκὴν ἡ φύσις καὶ τὸ θῆλυ τοῦ ἄρρενος οὐδὲν ἀποδεῖ, πονεῖν τε τοὺς ἐπὶ τοῖς ἀναγκαίοις πόνους ἀγωνίζεσθαί τε τοὺς ὑπὲρ τῶν τέκνων ἀγῶνας. ἀλλὰ καὶ Κρομμυωνίαν τινὰ σῦν ἀκούεις, ἣ πράγματα πολλά, θῆλυ θηρίον οὖσα, τῷ Θησεῖ παρέσχε· καὶ τὴν Σφίγγα ἐκείνην οὐκ ἂν ὤνησεν ἡ σοφία περὶ τὸ Φίκιον ἄνω καθεζομένην, αἰνίγματα καὶ γρίφους πλέκουσαν, εἰ μὴ ῥώμῃ καὶ ἀνδρείᾳ πολὺ τῶν Καδμείων ἐπεκράτει. ἐπεῖ δέ που καὶ Τευμησίαν ἀλώπεκα μέρμερον χρῆμακαὶ πλησίον ὄφιν τῷ Ἀπόλλωνι περὶ τοῦ χρηστηρίου μονομαχοῦσαν ἐν Δελφοῖς γενέσθαι λέγουσι. τὴν δʼ Αἴθην ὁ βασιλεὺς ὑμῶν ἔλαβε παρὰ τοῦ Σικυωνίου μισθὸν ἀστρατείας, ἄριστα βουλευσάμενος, ὃς δειλοῦ προυτίμησεν ἀνδρὸς ἵππον ἀγαθὴν καὶ φιλόνικον. αὐτὸς δὲ καὶ παρδάλεις καὶ λεαίνας πολλάκις ἑώρακας, ὡς οὐδέν τι τὰ θήλεα τοῖς ἄρρεσιν ὑφίεται θυμοῦ καὶ ἀλκῆς ὥσπερ ἡ σὴ γυνή, σοῦ πολεμοῦντος, οἴκοι κάθηται πρὸς ἐσχάρᾳ πυρός, οὐκ ἂν οὐδʼ οὖσα αἱ χελιδόνες ἀμυνομένη τοὺς ἐπʼ αὐτὴν καὶ τὸν οἶκον βαδίζοντας, καὶ ταῦτα Λάκαινα οὖσα. τί οὖν ἔτι σοι λέγω τὰς Καρίνας ἢ Μαιονίδας; ἀλλʼ ἐκ τούτων γε δῆλόν ἐστιν, ὅτι τοῖς ἀνδράσιν οὐ φύσει μέτεστι τῆς ἀνδρείας· μετῆν γὰρ ἂν ὁμοίως καὶ ταῖς γυναιξὶν ἀλκῆς. ὥσθʼ ὑμεῖς, κατὰ νόμων ἀνάγκην οὐχ ἑκούσιον οὐδὲ βουλομένην ἀλλὰ δουλεύουσαν ἔθεσι καὶ ψόγοις καὶ δόξαις ἐπήλυσι καὶ λόγοις πλαττομένην, μελετᾶτε ἀνδρείαν καὶ τοὺς πόνους ὑφίστασθε καὶ τοὺς κινδύνους, οὐ πρὸς ταῦτα θαρροῦντες ἀλλὰ τῷ ἕτερα μᾶλλον τούτων δεδιέναι. ὥσπερ οὖν τῶν σῶν ἑταίρων ὁ φθάσας πρῶτος ἐπὶ τὴν ἐλαφρὰν ἀνίσταται κώπην, οὐ καταφρονῶν ἐκείνης ἀλλὰ δεδιὼς καὶ φεύγων τὴν βαρυτέραν οὕτως ὁ πληγὴν ὑπομένων, ἵνα μὴ λάβῃ τραύματα, καὶ πρὸ αἰκίας τινὸς ἢ θανάτου πολέμιον τινα ἀμυνόμενος οὐ πρὸς ταῦτα θαρραλέος ἀλλὰ πρὸς ἐκεῖνα δειλός ἐστιν. οὕτω δʼ ἀνεφάνη ὑμῖν ἡ μὲν ἀνδρεία δειλία φρόνιμος οὖσα, τὸ δὲ θάρσος φόβος ἐπιστήμην ἔχων τοῦ διʼ ἑτέρων ἕτερα φεύγειν. ὅλως δέ, εἰ πρὸς ἀνδρείαν οἴεσθε βελτίους εἶναι τῶν θηρίων, τί ποθ̓, ὑμῶν οἱ ποιηταὶ τοὺς κράτιστα τοῖς πολεμίοις μαχομένους λυκόφροναςκαὶ θυμολέονταςκαὶ συῒ εἰκέλους ἀλκήνπροσαγορεύουσιν, ἀλλʼ οὐ λέοντά τις αὐτῶν ἀνθρωπόθυμον οὐ σῦν ἀνδρὶ εἴκελον ἀλκὴνπροσαγορεύει; ἀλλʼ ὥσπερ οἶμαι τοὺς ταχεῖς ποδηνέμουςκαὶ τοὺς καλοὺς θεοειδεῖςὑπερβαλλόμενοι ταῖς εἰκόσιν ὀνομάζουσιν, οὕτω τῶν δεινῶν μάχεσθαι πρὸς τὰ κρείττονα ποιοῦνται τὰς ἀφομοιώσεις. αἴτιον δέ, ὅτι τῆς μὲν ἀνδρείας οἷον βαφή τις ὁ θυμός ἐστι καὶ στόμωμα τούτῳ δʼ ἀκράτῳ τὰ θηρία χρῆται πρὸς τοὺς ἀγῶνας ὑμῖν δὲ προσμιγνύμενος πρὸς τὸν λογισμὸν ὥσπερ οἶνος πρὸς ὕδωρ ἐξίσταται παρὰ τὰ δεινὰ καὶ ἀπολείπει τὸν καιρόν. ἔνιοι δʼ ὑμῶν οὐδʼ ὅλως φασὶ χρῆναι παραλαμβάνειν ἐν ταῖς μάχαις τὸν θυμὸν ἀλλʼ ἐκποδὼν θεμένους νήφοντι χρῆσθαι τῷ λογισμῷ, πρὸς μὲν σωτηρίας ἀσφάλειαν ὀρθῶς πρὸς δʼ ἀλκὴν καὶ ἄμυναν αἴσχιστα λέγοντες. πῶς γὰρ οὐκ ἄτοπον αἰτιᾶσθαι μὲν ὑμᾶς τὴν φύσιν, ὅτι μὴ κέντρα προσέφυσε τοῖς σώμασι μηδʼ ἀμυντηρίους ὀδόντας μηδʼ ἀγκύλους ὄνυχας, αὐτοὺς δὲ τῆς ψυχῆς τὸ σύμφυτον ἀφαιρεῖν ὅπλον καὶ κολούειν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme