Thesauros Literature biography Περὶ τοῦ τὰ ἄλογα λόγῳ χρῆσθαι

Περὶ τοῦ τὰ ἄλογα λόγῳ χρῆσθαι

Περὶ τοῦ τὰ ἄλογα λόγῳ χρῆσθαι Plutarch
6 ΓΡ. ἀλλʼ ἐπεί σε μὴ λέληθα σοφιστὴς ὤν, φέρε χρήσωμαι τάξει τιυὶ τοῦ λόγου, τῆς μὲν σωφροσύνης ὅρον θέμενος κατὰ γένος δὲ τὰς ἐπιθυμίας διελόμενος. ἡ μὲν οὖν σωφροσύνη βραχύτης τίς ἐστιν ἐπιθυμιῶν καὶ τάξις, ἀναιροῦσα μὲν τὰς ἐπεισάκτους καὶ περιττὰς καιρῷ δὲ καὶ μετριότητι κοσμοῦσα τὰς ἀναγκαίας. ταῖς δʼ ἐπιθυμίαις ἐνορᾷς που μυρίαν διαφοράν, καὶ τὴν μὲν περὶ τὴν βρῶσιν καὶ τὴν πόσιν ἅμα τῷ φυσικῷ καὶ τὸ ἀναγκαῖον ἔχουσαν· αἱ δὲ τῶν ἀφροδισίων αἷς ἀρχὰς ἡ φύσις ἐνδίδωσιν, ἔστι δέ που καὶ μὴ χρώμενον ἔχειν ἱκανῶς ἀπαλλαγέντα, φυσικαὶ μὲν οὐκ ἀναγκαῖαι δʼ ἐκλήθησαν. τὸ δὲ τῶν μήτʼ ἀναγκαίων μήτε φυσικῶν ἀλλʼ ἔξωθεν ὑπὸ δόξης κενῆς. διʼ ἀπειροκαλίαν ἐπικεχυμένων γένος ὑμῶν μὲν ὀλίγου δεῖν τὰς φυσικὰς ἀπέκρυψεν ὑπὸ πλήθους ἁπάσας, ἔχει δὲ καθάπερ ξένος ὄχλος; ἔπηλυς ἐν δήμῳ καταβιαζόμενος πρὸς τοὺς ἐγγενεῖς πολίτας;. τὰ δὲ θηρία παντάπασιν ἀβάτους καὶ ἀνεπιμίκτους ἔχοντα τοῖς ἐπεισάκτοις πάθεσι τὰς ψυχὰς καὶ τοῖς βίοις πόρρω τῆς κενῆς δόξης ὥσπερ θαλάσσης ἀπῳκισμένα τῷ γλαφυρῶς καὶ περιττῶς διάγειν ἀπολείπεται τὸ δὲ σωφρονεῖν καὶ μᾶλλον εὐνομεῖσθαι ταῖς ἐπιθυμίαις, οὔτε πολλαῖς συνοικούσαις οὔτʼ ἀλλοτρίαις, σφόδρα διαφυλάττεται. ἐμὲ γοῦν ποτε καὶ αὐτὸν οὐχ ἧττον ἢ σὲ νῦν ἐξέπληττε μὲν χρυσὸς ὡς κτῆμα τῶν ἄλλων οὐδενὶ παραβλητὸν ᾕρει δʼ ἄργυρος καὶ ἐλέφας· ὁ δὲ πλεῖστα τούτων κεκτημένος ἐδόκει μακάριός τις εἶναι καὶ θεοφιλὴς ἀνήρ, εἴτε Φρὺξ ἦν εἴτε Κὰρ τοῦ Δόλωνος ἀγεννέστερος καὶ τοῦ Πριάμου βαρυποτ μότερος· ἐνταῦθα δʼ ἀνηρτημένος ἀεὶ ταῖς ἐπιθυμίαις οὔτε χάριν οὔθʼ ἡδονὴν ἀπὸ τῶν ἄλλων πραγμάτων ἀφθόνων ὄντων καὶ ἱκανῶν ἐκαρπούμην, ἀλλʼ ἐμεμφόμην τὸν ἐμαυτοῦ βίον, ὡς τῶν μεγίστων ἐνδεὴς; καὶ ἄμοιρος ἀγαθῶν ἀπολελειμμένος. τοιγαροῦν, ὥς σε μέμνημαι ἐν Κρήτῃ θεασάμενος ἀμπεχόνῃ κεκοσμημένον πανηγυρικῶς, οὐ τὴν φρόνησιν ἐζήλουν οὐδὲ τὴν ἀρετήν, ἀλλὰ τοῦ χιτῶνος εἰργασμένου περιττῶς τὴν λεπτότητα καὶ τῆς χλαμύδος οὔσης ἁλουργοῦ τὴν οὐλότητα καὶ τὸ κάλλος ἀγαπῶν καὶ τεθηπὼς εἶχε δέ τι καὶ ἡ πόρπη χρυσὸς οὖσα παίγνιον οἶμαι τορείαις διηκριβωμένον εἱπόμην γεγοητευμένος, ὥσπερ αἱ γυναῖκες. ἀλλὰ νῦν ἀπηλλαγμένος ἐκείνων τῶν κενῶν δοξῶν καὶ κεκαθαρμένος χρυσὸν μὲν καὶ ἄργυρον ὥσπερ τοὺς ἄλλους λίθους περιορῶν ὑπερβαίνω, ταῖς δὲ σαῖς χλανίσι καὶ τάπησιν οὐδὲν ἂν μὰ Δίʼ ἥδιον ἢ βαθεῖ καὶ μαλθακῷ πηλῷ μεστὸς ὢν ἐγκατακλιθείην ἀναπαυόμενος. τὰ δὲ τοιαῦτα τῶν ἐπεισάκτων ἐπιθυμιῶν οὐδεμία ταῖς ἡμετέραις ἐνοικίζεται ψυχαῖς· ἀλλὰ τὰ μὲν πλεῖστα ταῖς ἀναγκαίαις ὁ βίος ἡμῶν ἐπιθυμίαις καὶ ἡδοναῖς διοικεῖται, ταῖς δʼ οὔτʼ ἀναγκαίαις ἀλλὰ φυσικαῖς; μόνον οὔτʼ ἀτάκτως οὔτʼ ἀπλήστως ὁμιλοῦμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme