9
ΓΡ. εἶεν· ἀλλʼ ὄψοις χρῆσθε τούτοις ἐφηδύνοντες τὴν τροφήν· τί οὖν ἐπʼ αὐτὰ ταῦτα φῶντας; ἀλλʼ ἡ τῶν θηρίων φρόνησις τῶν μὲν ἀχρήστων καὶ ματαίων τεχνῶν οὐδεμιᾷ χώραν δίδωσι τὰς δʼ ἀναγκαίας οὐκ ἐπεισάκτους παρʼ ἑτέρων οὐδὲ μισθοῦ διδακτὰς οὐδὲ κολλῶσα μελέτῃ καὶ συμπηγνύουσα γλίσχρως τῶν θεωρημάτων ἕκαστον πρὸς ἕκαστον ἀλλʼ αὐτόθεν ἐξ αὑτῆς οἷον ἰθαγενεῖς καὶ συμφύτους ἀναδίδωσι. τοὺς μὲν γὰρ Αἰγυπτίους πάντας ἰατροὺς ἀκούομεν εἶναι, τῶν δὲ ζῴων ἕκαστον οὐ μόνον πρὸς ἴασιν αὐτότεχνόν ἐστιν ἀλλὰ καὶ πρὸς διατροφὴν καὶ πρὸς ἀλκὴν θήραν τε καὶ φυλακὴν καὶ μουσικῆς ὅσον ἑκάστῳ προσήκει κατὰ φύσιν. παρὰ τίνος γὰρ ἡμεῖς ἐμάθομεν νοσοῦντες ἐπὶ τοὺς ποταμοὺς χάριν τῶν καρκίνων βαδίζειν; τίς δὲ τὰς χελώνας 1 ἐδίδαξε τῆς ἔχεως φαγούσας τὴν ὀρίγανον ἐπεσθίειν τὰς δὲ Κρητικὰς αἶγας, ὅταν περιπέσωσι τοῖς τοξεύμασι, τὸ δίκταμνον διώκειν, οὗ βρωθέντος ἐκβάλλουσι τὰς ἀκίδας; ἂν γὰρ εἴπῃς, ὅπερ ἀληθές ἐστι, τούτων διδάσκαλον εἶναι τὴν φύσιν, εἰς τὴν κυριωτάτην καὶ σοφωτάτην ἀρχὴν ἀναφέρεις τὴν τῶν θηρίων φρόνησιν·ʼ ἣν εἰ μὴ λόγον οἴεσθε δεῖν μηδὲ φρόνησιν καλεῖν, ὥρα σκοπεῖν ὄνομα κάλλιον αὐτῇ καὶ τιμιώτερον, ὥσπερ ἀμέλει καὶ διʼ ἔργων ἀμείνονα καὶ θαυμασιωτέραν παρέχεται τὴν δύναμιν· οὐκ ἀμαθὴς οὐδʼ ἀπαίδευτος, αὐτομαθὴς δέ τις μᾶλλον οὖσα καὶ ἀπροσδεής, οὐ διʼ ἀσθένειαν ἀλλὰ ῥώμῃ καὶ τελειότητι τῆς κατὰ φύσιν ἀρετῆς, χαίρειν ἐῶσα τὸν παρʼ ἑτέρων διὰ μαθήσεως τοῦ φρονεῖν συνερανισμόν. ὅσα γοῦν ἄνθρωποι τρυφῶντες ἢ παίζοντες εἰς τὸ μανθάνειν καὶ μελετᾶν ἄγουσι, τούτων ἡ διάνοια καὶ παρὰ φύσιν τοῦ σώματος; καὶ περιουσίᾳ συνέσεως ἀναλαμβάνει τὰς μαθήσεις. ἐῶ γὰρ ἰχνεύειν σκύλακας καὶ βαδίζειν ἐν ῥυθμῷ πώλους μελετῶντας, ἀλλὰ κόρακας διαλέγεσθαι καὶ κύνας ἅλλεσθαι διὰ τροχῶν περιφερομένων. ἵπποι δὲ καὶ βόες ἐν θεάτροις κατακλίσεις καὶ χορείας καὶ στάσεις παραβόλους καὶ κινήσεις οὐδʼ ἀνθρώποις πάνυ ῥᾳδίας ἀκριβοῦσιν ἐκδιδασκόμενοι καὶ μνημονεύοντες εὐμαθείας ἐπίδειξιν εἰς ἄλλο οὐδὲν οὐδαμῶς χρήσιμον ἔχουσιν. εἰ δʼ ἀπιστεῖς ὅτι τέχνας μανθάνομεν, ἄκουσον ὅτι καὶ διδάσκομεν. αἵ τε γὰρ πέρδικες ἐν τῷ προφεύγειν τοὺς νεοττοὺς ἐθίζουσιν ἀποκρύπτεσθαι καὶ προΐσχεσθαι βῶλον ἀνθʼ ἑαυτῶν τοῖς ποσὶν ὑπτίους ἀναπεσόντας· καὶ τοῖς πελαργιδεῦσιν ὁρᾷς ἐπὶ τῶν τεγῶν ὡς οἱ τέλειοι παρόντες ἀναπειρωμένοις ὑφηγοῦνται τὴν πτῆσιν. αἱ δʼ ἀηδόνες τοὺς νεοσσοὺς προδιδάσκουσιν ᾄδειν· οἱ δὲ ληφθέντες· ἔτι νήπιοι καὶ τραφέντες ἐν χερσὶν ἀνθρώπων χεῖρον ᾄδουσιν, ὥσπερ πρὸ ὥρας ἀπὸ διδασκάλου γεγονότες καταδὺς δʼ εἰς τουτὶ τὸ σῶμα θαυμάζω τοὺς λόγους ἐκείνους, οἷς ἀνεπειθόμην ὑπὸ τῶν σοφιστῶν ἄλογα καὶ ἀνόητα πάντα πλὴν ἀνθρώπου νομίζειν.