Thesauros Literature biography Περὶ τοῦ τὰ ἄλογα λόγῳ χρῆσθαι

Περὶ τοῦ τὰ ἄλογα λόγῳ χρῆσθαι

Περὶ τοῦ τὰ ἄλογα λόγῳ χρῆσθαι Plutarch
1 Ὀδυσσεύς. ταῦτα μέν, ὦ Κίρκη, μεμαθηκέναι δοκῶ καὶ διαμνημονεύσειν· ἡδέως δʼ ἄν σου πυθοίμην, εἴ τινας ἔχεις Ἕλληνας ἐν τούτοις, οὓς λύκους καὶ λέοντας ἐξ ἀνθρώπων πεποίηκας.
1 ΚΙΡΚΗ. καὶ πολλούς, ὦ ποθούμενʼ Ὀδυσσεῦ. πρὸς τί δὲ τοῦτο ἐρωτᾷς;
1 ΟΔ. ὅτι νὴ Δία καλὴν ἄν μοι δοκῶ γενέσθαι φιλοτιμίαν πρὸς τοὺς Ἕλληνας, εἰ χάριτι σῇ λαβὼν τούτους, αὖθις εἰς ἀνθρώπους ἑταίρους ἀνασώσαιμι καὶ μὴ περιίδοιμι καταγηράσαντας παρὰ φύσιν ἐν σώμασι θηρίων, οἰκτρὰν καὶ ἄτιμον οὕτω δίαιταν ἔχοντας.
1 ΚΙΡ. οὗτος ὁ ἀνὴρ οὐχ αὑτῷ μόνον οὐδὲ τοῖς ἑταίροις, ἀλλὰ τοῖς μηδὲν προσήκουσιν οἴεται δεῖν ὑπʼ ἀβελτερίας συμφορὰν γενέσθαι τὴν αὑτοῦ φιλοτιμίαν.
1 ΟΔ. ἕτερον αὖ τινα τοῦτον, ὦ Κίρκη, κυκεῶνα 20 λόγων ταράττεις καὶ ὑποφαρμάττεις, ἐμὲ γοῦν ἀτεχνῶς ρατιονε δτι; ποιοῦσα θηρίον, εἰ πείσομαί σοι ὡς συμφορὰ ἐστιν ἄνθρωπον ἐκ θηρίου γενέσθαι.
1 ΚΙΡ. οὐ γὰρ ἢδη τούτων ἀτοπώτερα πεποίηκας σεαυτόν, ὃς τὸν ἀθάνατον καὶ ἀγήρων σὺν ἐμοὶ βίον ἀφεὶς ἐπὶ γυναῖκα θνητήν, ὡς δʼ ἐγώ φημι, καὶ γραῦν ἤδη διὰ μυρίων ἔτι κακῶν σπεύδεις, ὡς δὴ περίβλεπτος ἐκ τούτου καὶ ὀνομαστὸς ἔτι μᾶλλον ἢ νῦν γενησόμενος, κενὸν ἀγαθὸν καὶ εἴδωλον ἀντὶ τῆς ἀληθείας διώκων;
1 ΟΔ. ἐχέτω ταῦτα, ὡς λέγεις, ὦ Κίρκη τί γὰρ δεῖ πολλάκις ζυγομαχεῖν ἡμᾶς περὶ τῶν αὐτῶν; τούτους δέ μοι δὸς ἀναλύσασα καὶ χάρισαι τοὺς ἄνδρας.
1 ΚΙΡ. Οὐχ οὕτω γʼ ἁπλῶς, μὰ τὴν Ἑκάτην οὐ γὰρ οἱ τυχόντες εἰσίν· ἀλλʼ ἐροῦ πρῶτον αὐτούς, εἰ θέλουσιν ἂν δὲ μὴ φῶσι, διαλεχθείς, ὦ γενναῖε, πεῖσον· ἐὰν δὲ μὴ πείσῃς, ἀλλὰ καὶ περιγένωνται διαλεγόμενοι, ἱκανὸν ἔστω σοι περὶ σεαυτοῦ καὶ τῶν φίλων κακῶς βεβουλεῦσθαι.
1 ΟΔ. τί μου καταγελᾷς, ὦ μακαρία; πῶς γὰρ ἂν ἢ δοῖεν οὗτοι λόγον ἢ λάβοιεν, ἕως ὄνοι καὶ σύες καὶ λέοντές εἰσι;
1 ΚΙΡ. Θάρρει, φιλοτιμότατʼ ἀνθρώπων ἐγώ σοι παρέξω καὶ συνιέντας αὐτοὺς καὶ διαλεγομένους· μᾶλλον δʼ εἷς ἱκανὸς ἔσται καὶ διδοὺς καὶ λαμβάνων ὑπὲρ πάντων λόγον· ἰδού, τούτῳ διαλέγου.
1 ΟΔ. καὶ τίνα τοῦτον, ὦ Κίρκη, προσαγορεύσομεν; ἢ τίς ἦν οὗτος ἀνθρώπων;
1 / 10 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme