ΖΗΤΗΜΑ Α′.
1.1
Τί δήποτε τὸν Σωκράτην ὁ θεὸς μαιοῦσθαι μὲν ἐκέλευσεν ἑτέρους, αὐτὸν δὲ γεννᾶν ἀπεκώλυσεν; ὡς ἐν Θεαιτήτῳ λέγεται. Οὐ γὰρ εἰρωνευόμενὸς γε καὶ παίζων προσεχρήσατο ἂν τῷ τοῦ θεοῦ ὀνόματι. καὶ ἄλλως ἐν τῷ Θεαιτήτῳ πολλὰ μεγάλαυχα καὶ σοβαρὰ Σωκράτει περιτέθεικεν, ὧν καὶ ταῦτʼ ἐστί· πολλοὶ γὰρ δή, ὦ θαυμάσιε, οὕτω πρός; με διετέθησαν, ὥστʼ ἀτεχνῶς δάκνειν ἕτοιμοι εἶναι, ἐπειδάν τινα λῆρον αὐτῶν ἀφαιρῶμαι· καὶ οὐκ οἴονταί εὐνοίᾳ τοῦτο ποιεῖν πόρρω ὄντες τοῦ εἰδέναι ὅτι οὐδεὶς θεὸς δύσνους ἀνθρώποις· οὐδʼ ἐγὼ δυσνοίᾳ τοιοῦτον οὐδὲν δρῶ, ἀλλά μοι ψεῦδὸς τε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμις.
1.1
πότερον οὖν τὴν ἑαυτοῦ φύσιν ὡς κριτικωτέραν ἢ γονιμωτέραν οὖσαν θεὸν προσεῖπε, καθάπερ Μένανδρος ὁ νοῦς γὰρ ἡμῶν ὁ θεός καὶ Ἡράκλειτος ἦθος ἀνθρώπῳ δαίμων· ἢ θεῖόν τι καὶ δαιμόνιον ὡς ἀληθῶς αἴτιον ὑφηγήσατο Σωκράτει τοῦτο τῆς φιλοσοφίας τὸ γένος, ᾧ τοὺς ἄλλους ἐξετάζων ἀεὶ τύφου καὶ πλάνου καὶ ἀλαζονείας καὶ τοῦ βαρεῖς εἶναι πρῶτον μὲν αὑτοῖς εἶτα καὶ τοῖς συνοῦσιν ἀπήλλαττε; καὶ γὰρ ὥσπερ ἐκ τύχης τότε φορὰν γενέσθαι συνέβη σοφιστῶν ἐν τῇ Ἑλλάδι· καὶ τούτοις οἱ νέοι πολὺ τελοῦντες ἀργύριον οἰήματος ἐπληροῦντο καὶ δοξοσοφίας, καὶ λόγων ἐζήλουν σχολὴν καὶ διατριβὰς ἀπράκτους ἐν ἔρισι καὶ φιλοτιμίαις καλὸν δὲ καὶ χρήσιμον οὐδʼ ὁτιοῦν. τὸν οὖν ἐλεγκτικὸν λόγον ὥσπερ καθαρτικὸν ἔχων φάρμακον ὁ Σωκράτης ἀξιόπιστος ἦν ἑτέρους ἐλέγχων τῷ μηδὲν ἀποφαίνεσθαι, καὶ μᾶλλον ἥπτετο δοκῶν ζητεῖν κοινῇ τὴν ἀλήθειαν οὐκ αὐτὸς ἰδίᾳ δόξῃ βοηθεῖν.