Thesauros Literature biography Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα Plutarch
7.8 ἡ δὲ τῶν ἐπὶ γῆς ὑδάτων ῥύσις οὐχ ὁμοίως εὐσύνοπτον ἔχει τὸν τῆς ἀντιπεριώσεως τρόπον. ἀλλὰ χρὴ καταμανθάνειν τὰ λιμναῖα τῶν ὑδάτων ἀτρεμοῦντα καὶ μένοντα, τῷ περικεχύσθαι καὶ συναγαγεῖν πανταχόθεν αὑτοῖς ἀκίνητον ἀέρα, μηδαμοῦ κενὴν ποιοῦντα χώραν. τὸ γοῦν ἐπιπολῆς ὕδωρ ἔν τε ταῖς λίμναις καὶ ἐν τοῖς πελάγεσι δονεῖται καὶ κυμαίνεται, τοῦ ἀέρος σάλον λαμβάνοντος· ἕπεται γὰρ εὐθὺς μεθισταμένῳ καὶ συναπορρεῖ διὰ τὴν ἀνωμαλίαν· ἡ γὰρ κάτω πληγὴ τὴν κοιλότητα ποιεῖ τοῦ κύματος ἡ δʼ ἄνω τὸν ὄγκον, ἄχρι οὗ καταστῇ καὶ παύσηται, τῆς περιεχούσης τὰ ὑγρὰ χώρας ἱσταμένης. αἱ ῥύσεις οὖν τῶν φερομένων ἀεὶ τὰ ὑποχωροῦντα τοῦ ἀέρος διώκουσαι τοῖς δʼ ἀντιπεριωθουμένοις ἐλαυνόμεναι τὸ ἐνδελεχὲς καὶ ἀλώφητον ἔχουσι, διὸ καὶ φέρονται θᾶττον οἱ ποταμοὶ πληθύοντες· ὅταν δʼ ὀλίγον καὶ κοῖλον, ἵεται τὸ ὑγρὸν ὑπʼ ἀσθενείας, οὐχ ὑπείκοντος τοῦ ἀέρος οὐδὲ πολλὴν ἀντιπερίστασιν λαμβάνοντος. οὕτω δὲ καὶ τὰ πηγαῖα τῶν ὑδάτων ἀναγκαῖόν ἐστιν ἀναφέρεσθαι, τοῦ θύραθεν ἀέρος εἰς τὰς κενουμένας ἐν βάθει χώρας ὑποφερομένου καὶ πάλιν θύραζε τὸ ὕδωρ ἐκπέμποντος. οἴκου δὲ βαθυσκίου καὶ περιέχοντος ἀέρα νήνεμον ὕδατι ῥανθὲν ἔδαφος πνεῦμα ποιεῖ καὶ ἄνεμον, μεθισταμένου τοῦ ἀέρος ἐξ ἕδρας παρεμπίπτοντι τῷ ὑγρῷ καὶ πληγὰς λαμβάνοντος οὕτως ἐξωθεῖσθαί θʼ ὑπʼ ἀλλήλων καὶ ἀνθυπείκειν ἀλλήλοις πέφυκεν, οὐκ οὔσης κενότητος ἐν ᾗ θάτερον ἱδρυθὲν οὐ μεθέξει τῆς θατέρου μεταβολῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme