Thesauros Literature biography Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα Plutarch
1.2 ἔπειτα τοῦ κρίνειν ὄντος ὠφελίμου, τὸ γεννᾶν ἐμπόδιόν ἐστι. τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον φιλεῖται δὲ τῶν ἰδίων οὐδὲν οὕτως ὡς δόξα καὶ λόγος ὑπὸ τοῦ τεκόντος. ἡ γὰρ λεγομένη τέκνων δικαιοτάτη διανομὴ πρὸς λόγους ἐστὶν ἀδικωτάτη δεῖ γὰρ ἐκεῖ μὲν λαβεῖν τὸ ἴδιον, ἐνταῦθα δέ, κἂν ἀλλότριον ᾖ, τὸ βέλτιστον. ὅθεν ὁ γεννῶν ἴδια γίγνεται φαυλότερος ἑτέρων κριτής. καὶ καθάπερ Ἠλείους τῶν σοφῶν τις ἔφη βελτίους ἂν εἶναι τῶν Ὀλυμπίων ἀγωνοθέτας, εἰ μηδὲ εἷς Ἠλείων ἦν ἀγωνιστής, οὕτως ὁ μέλλων ἐν λόγοις ὀρθῶς ἐπιστατήσειν καὶ βραβεύσειν οὐ δίκαιός; ἐστιν αὐτὸς φιλοστεφανεῖν οὐδʼ ἀνταγωνίζεσθαι τοῖς κρινομένοις. καὶ γὰρ οἱ τῶν Ἑλλήνων στρατηγοὶ τὴν περὶ τῶν ἀριστείων ψῆφον φέροντες αὑτοὺς ἀρίστους; ἔκριναν ἅπαντες· καὶ τῶν φιλοσόφων οὐδεὶς ἔστιν, ὃς οὐ τοῦτο πέπονθε δίχα τῶν ὥσπερ Σωκράτης ὁμολογούντων μηδὲν ἴδιον λέγειν· οὗτοι δὲ καθαροὺς μόνοι καὶ ἀδεκάστους τῆς ἀληθείας παρέχουσιν ἑαυτοὺς δικαστάς. ὥσπερ γὰρ ὁ ἐν τοῖς ὠσὶν ἀήρ, ἂν μὴ σταθερὸς μηδὲ φωνῆς ἰδίας ἔρημος ἀλλʼ ἤχου καὶ ῥοίζου μεστός, οὐκ ἀκριβῶς ἀντιλαμβάνεται τῶν φθεγγομένων· οὕτω τὸ τοὺς λόγους ἐν φιλοσοφίᾳ κρῖνον, ἂν ἔνδοθεν ἀντιπαταγῇ καὶ ἀντηχῇ, δυσξύνετον ἔσται τῶν λεγομένων ἔξωθεν. ἡ γὰρ οἰκεία δόξα καὶ σύνοικος οὐ προσδέξεται τὸ διαφωνοῦν πρὸς αὑτήν, ὡς μαρτυρεῖ τῶν αἱρέσεων τὸ πλῆθος, ὧν, ἂν ἄριστα πράττῃ φιλοσοφία, μίαν ἔχει κατορθοῦσαν, οἰομένας δὲ τὰς ἄλλας ἁπάσας καὶ μαχομένας πρὸς τὴν ἀλήθειαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme