Thesauros Literature biography Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα Plutarch
10.2 ἔπειτα σκόπει μὴ παρακούωμεν τοῦ Πλάτωνος, ἐκ τούτων κεράννυσθαι τὸν λόγον οὐ διὰ τούτων εἰρηκότος· εἶθʼ ὥσπερ ὁ τὸν λέγοντα τὸ φάρμακον ἐκ κηροῦ μεμῖχθαι καὶ χαλβάνης; συκοφαντῶν, ἐπεὶ τὸ πῦρ παρέλιπε καὶ τὸ ἀγγεῖον ὧν χωρὶς; οὐκ ἐνῆν μεμῖχθαι, καὶ ἡμεῖς ὁμοίως ἐγκαλῶμεν ὅτι συνδέσμους καὶ προθέσεις καὶ τὰ τοιαῦτα παρῆκεν οὐ γὰρ ἐκ τούτων ὁ λόγος ἀλλʼ, εἴπερ ἄρα, διὰ τούτων καὶ οὐκ ἄνευ τούτων κεράννυσθαι πέφυκεν. οὐ γάρ, ὥσπερ ὁ τὸ τύπτει φθεγξάμενος ἢ τὸ τύπτεται καὶ πάλιν τὸ Σωκράτης ἢ τὸ Πυθαγόρας ἁμωσγέπως νοῆσαί τι καὶ διανοηθῆναι παρέσχηκεν, οὕτω, τοῦ μέν ἢ γάρ ἢ περί καθʼ αὑτὸ ἐκφωνηθέντος, ἔστιν ἔννοιάν τινα λαβεῖν ἢ πράγματος ἢ σώματος· ἀλλʼ ἐὰν μὴ περὶ ἐκεῖνα καὶ μετʼ ἐκείνων ἐκφέρηται, ψόφοις κενοῖς καὶ ἤχοις ἔοικεν· ὅτι ταῦτα μὲν οὔτε καθʼ αὑτὰ σημαίνειν οὔτε μετʼ ἀλλήλων οὐδὲν πέφυκεν, ἀλλʼ ὅπως ἂν συμπλέκωμεν ἢ μιγνύωμεν εἰς ταὐτὸ συνδέσμους καὶ ἄρθρα καὶ προθέσεις, ἕν τι πειρώμενοι κοινὸν ἐξ αὐτῶν ποιεῖν, τερετίζειν μᾶλλον ἢ διαλέγεσθαι δόξομεν· ῥήματος δʼ ὀνόματι συμπλεκομένου, τὸ γενόμενον εὐθὺς διάλεκτός ἐστι καὶ λόγος. ὅθεν εἰκότως ἔνιοι μόνα ταῦτα μέρη τοῦ λόγου τίθενται· καὶ Ὅμηρος ἴσως τοῦτο βούλεται δηλοῦν ἑκάστοτε λέγων ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν ἔπος γὰρ τὸ ῥῆμα καλεῖν εἴωθεν, ὥσπερ ἐν τούτοις ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες καὶ χαῖρε πάτερ ὦ ξεῖνε, ἔπος δʼ εἴπερ τι λέλεκται δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι. οὔτε γὰρ σύνδεσμον οὔτʼ ἄρθρον οὔτε πρόθεσιν δεινὸν ἔστι καὶ θυμαλγὲς εἰπεῖν, ἀλλὰ ῥῆμα πράξεως ἐμφαντικὸν αἰσχρᾶς ἢ πάθους τινὸς ἀνεπιτηδείου. διὸ καὶ ποιητὰς καὶ συγγραφεῖς εἰώθαμεν ἐπαινεῖν ἢ ψέγειν οὕτω πως λέγοντες Ἀττικοῖς ὀνόμασιν ὁ δεῖνα κέχρηται καλοῖς ῥήμασινʼ ἢ πάλιν πεζοῖς τὸ δέ γε πεζοῖς ἢ καλοῖς πάλιν καὶ Ἀττικοῖς ἄρθροις οὐκ ἂν εἴποι τις Εὐριπίδην ἢ Θουκυδίδην διειλέχθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme