Thesauros Literature biography Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα Plutarch
10.3 τί οὖν; φήσαι τις ἄν, οὐδὲν ταῦτα συμβάλλεται πρὸς λόγον; ἔγωγε φήσαιμʼ ἂν ὥσπερ ἅλας συμβάλλεσθαι πρὸς ὄψον ὕδωρ δὲ πρὸς μᾶζαν. Εὔηνος δὲ καὶ τὸ πῦρ ἔφασκεν ἡδυσμάτων εἶναι κράτιστον· ἀλλʼ οὔθʼ ὕδωρ μάζης ἢ ἄρτου μέρος εἶναι λέγομεν οὔτε πῦρ οὔθʼ ἅλας ἑψήματος ἢ βρώματος, ὧν ἀεὶ τυγχάνομεν δεόμενοι· οὐχ ὥσπερ ὁ λόγος πολλάκις ἐκείνων ἀπροσδεής ἐστιν· ὡς δοκεῖ μοι ὁ Ῥωμαίων, ᾧ νῦν ὁμοῦ τι πάντες ἄνθρωποι χρῶνται· προθέσεις τε γὰρ ἀφῄρηκε πλὴν ὀλίγων ἁπάσας, τῶν τε καλουμένων ἄρθρων οὐδὲν προσδέχεται τὸ παράπαν, ἀλλʼ ὥσπερ ἀκρασπέδοις χρῆται τοῖς ὀνόμασι. καὶ οὐ θαυμαστόν ἐστιν, ὅπου καὶ Ὅμηρος ἐπέων κόσμῳ περιγενόμενος ὀλίγοις τῶν ὀνομάτων ἄρθρα ὥσπερ λαβὰς ἐκπώμασι δεομένοις ἢ λόφους κράνεσιν ἐπιτίθησι· διὸ καὶ παράσημα τῶν ἐπῶν, ἐν οἷς ταῦτα ποιεῖ, γέγονεν, ὡς τὸ Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε τῷ Τελαμωνιάδῃ καὶ τὸ ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέοιτο καὶ βραχέα πρὸς τούτοις ἕτερα. τοῖς δʼ ἄλλοις μυρίοις οὖσιν ἄρθρου μὴ προσόντος, οὐδὲν εἰς σαφήνειαν οὐδὲ κάλλος ἡ φράσις βλάπτεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme