Thesauros Literature biography Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα Plutarch
10.5 καὶ μὴν τῶν γε λοιπῶν ἡ μὲν ἀντωνυμία περιφανῶς γένος ὀνόματός ἐστιν, οὐχ πτώσεων μετέχει μόνον, ἀλλὰ καὶ τῷ κυριωτάτην ἅμα τῇ φάσει ποιεῖν δεῖξιν ἐνίας ἐπὶ τῶν ὡρισμένων ἐκφερομένας· καὶ οὐκ οἶδʼ ὅτι μᾶλλον ὁ Σωκράτην φθεγξάμενος ἢ ὁ τοῦτον εἰπὼν ὀνομαστὶ πρόσωπον δεδήλωκεν.
10.6 ἡ δὲ καλουμένη μετοχή, μῖγμα ῥήματος οὖσα καὶ ὀνόματος, καθʼ ἑαυτὴν μὲν οὐκ ἔστιν, ὥσπερ οὐδὲ τὰ κοινὰ θηλυκῶν καὶ ἀρρενικῶν ὀνόματα, συντάττεται δʼ ἐκείνοις, ἐφαπτομένη τοῖς μὲν χρόνοις τῶν ῥημάτων ταῖς δὲ πτώσεσι τῶν ὀνομάτων. οἱ δὲ διαλεκτικοὶ τὰ τοιαῦτα καλοῦσιν ἀνακλάστους, οἷον ὁ φρονῶν ἀπὸ τοῦ φρονίμου καὶ ὁ σωφρονῶν ἀπὸ τοῦ σώφρονος ἐστιν, ὡς ὀνομάτων καὶ προσηγοριῶν δύναμιν ἔχοντα.
10.7 τάς γε μὴν προθέσεις ἔστιν ἐπικράνοις καὶ βάσεσι καὶ ὑποθέμασιν, ὡς οὐ λόγους ἀλλὰ περὶ τοὺς λόγους μᾶλλον οὔσας, ὁμοιοῦν. ὅρα δὲ μὴ κόμμασι καὶ θραύσμασιν ὀνομάτων ἐοίκασιν, ὥσπερ γραμμάτων σπαράγμασι καὶ κεραίαις οἱ σπεύδοντες γράφουσι· τὸ γάρ ἐμβῆναι καὶ ἐκβῆναι συγκοπὴ προφανής ἐστι τοῦ ἐντὸς βῆναι καὶ τοῦ ἐκτὸς βῆναι , καὶ τὸ προγενέσθαι τοῦ πρότερον γενέσθαι , καὶ τὸ καθίζειν τοῦ κάτω ἵζειν · ὥσπερ ἀμέλει τὸ λίθους βάλλειν καὶ τοίχους ὀρύσσειν λιθοβολεῖν καὶ τοιχωρυχεῖν ἐπιταχύνοντες καὶ σφίγγοντες τὴν φράσιν λέγουσι.
10.8 διὸ χρείαν μέν τινα τῷ λόγῳ παρέχεται τούτων ἕκαστον, μέρος δὲ λόγου καὶ στοιχεῖον οὐδέν ἐστι, πλὴν ὥσπερ εἴρηται τὸ ῥῆμα καὶ τοὔνομα, ποιοῦντα τὴν πρώτην τὸ τʼ ἀληθὲς καὶ τὸ ψεῦδος δεχομένην σύνθεσιν, ἣν οἱ μὲν πρότασιν οἱ δʼ ἀξίωμα, Πλάτων δὲ λόγον προσηγόρευκεν.
← Previous 25 / 25

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme