3.1
Ἐν τῇ Πολιτείᾳ, τοῦ παντὸς ὥσπερ μιᾶς γραμμῆς τετμημένης ἄνισα τμήματα, πάλιν τέμνων ἑκάτερον τμῆμα εἰς δύο ἀνὰ τὸν αὐτὸν λόγον, τὸ τε τοῦ ὁρωμένου γένος καὶ τὸ τοῦ νοουμένου περὶ τὰ πάντα ποιήσας τοῦ μὲν νοητοῦ πρῶτον ἀποφαίνει τὸ περὶ τὰ πρῶτα εἴδη, δεύτερον τὸ μαθηματικὸν τοῦ δʼ αἰσθητοῦ πρῶτον μὲν τὰ στερέμνια σώματα, δεύτερον δὲ τὰς εἰκόνας καὶ τὰ εἴδωλα τούτων καὶ κριτήριον ἑκάστῳ τῶν τεττάρων ἀποδίδωσιν ἴδιον, νοῦν μὲν τῷ πρώτῳ διάνοιαν δὲ τῷ μαθηματικῷ, τοῖς δʼ αἰσθητοῖς πίστιν, εἰκασίαν δὲ τοῖς περὶ τὰ εἴδωλα καὶ τὰς εἰκόνας. τί οὖν διανοηθεὶς εἰς ἄνισα τμήματα τὸ πᾶν ἔτεμε; καὶ πότερον τῶν τμημάτων, τὸ νοητὸν ἢ τὸ αἰσθητόν, μεῖζόν ἐστιν; αὐτὸς γὰρ οὐ δεδήλωκε.