Thesauros Literature biography Περὶ τῆς ἐν Τιμαίῳ ψυχογονίας

Περὶ τῆς ἐν Τιμαίῳ ψυχογονίας

Περὶ τῆς ἐν Τιμαίῳ ψυχογονίας Plutarch
6 τὴν δὲ τῆς ψυχῆς ἐν Φιλήβῳ μὲν ἀπειρίαν κέκληκεν, ἀριθμοῦ καὶ λόγου στέρησιν οὖσαν, ἐλλείψεώς τε καὶ ὑπερβολῆς καὶ διαφορᾶς καὶ ἀνομοιότητος ἐν αὑτῇ πέρας οὐδὲν οὐδὲ μέτρον ἔχουσαν· ἐν δὲ Τιμαίῳ τὴν τῇ ἀμερίστῳ συγκεραννυμένην φύσει καὶ περὶ τὰ σώματα γίγνεσθαι λεγομένην μεριστὴν οὔτε πλῆθος ἐν μονάσι καὶ στιγμαῖς οὔτε μήκη καὶ πλάτη λέγεσθαι νομιστέον, ἃ σώμασι προσήκει καὶ σωμάτων μᾶλλον ἢ τῆς ψυχῆς ἐστιν, ἀλλὰ τὴν ἄτακτον καὶ ἀόριστον αὐτοκίνητον δὲ καὶ κινητικὴν ἀρχὴν ἐκείνην, ἣν πολλαχοῦ μὲν ἀνάγκην ἐν δὲ τοῖς Νόμοις ἄντικρυς ψυχὴν ἄτακτον εἴρηκε καὶ κακοποιόν· αὕτη γὰρ ἦν ψυχὴ καθʼ ἑαυτήν, νοῦ δὲ καὶ λογισμοῦ καὶ ἁρμονίας ἔμφρονος μετέσχεν, ἵνα κόσμου ψυχὴ γένηται. καὶ γὰρ τὸ πανδεχὲς καὶ ὑλικὸν ἐκεῖνο μέγεθος μὲν ἐκέκτητο καὶ διάστημα καὶ χώραν, κάλλους δὲ καὶ μορφῆς καὶ σχημάτων μετριότητος ἐνδεῶς εἶχεν· ἔλαχε δὲ τούτων, ἵνα γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἀστέρων φυτῶν τε καὶ ζῴων παντοδαπὰ σώματα καὶ ὄργανα γίγνηται κοσμηθέν. οἱ δὲ τὴν ἐν Τιμαίῳ λεγομένην ἀνάγκην, ἐν δὲ Φιλήβῳ περὶ τὸ μᾶλλον καὶ ἧττον ἐλλείψεως καὶ ὑπερβολῆς ἀμετρίαν καὶ ἀπειρίαν τῇ ὕλῃ προστιθέντες ἀλλὰ μὴ τῇ ψυχῇ, ποῦ θήσονται τὸ τὴν ὕλην ἀεὶ μὲν ἄμορφον καὶ ἀσχημάτιστον ὑπʼ αὐτοῦ λέγεσθαι καὶ πάσης ποιότητος καὶ δυνάμεως οἰκείας ἔρημον, εἰκάζεσθαι δʼ ἀώδεσιν ἐλαίοις, ἃ πρὸς τὰς βαφὰς οἱ μυρεψοὶ λαμβάνουσιν; οὐ γὰρ οἷόν τε τὸ ἄποιον καὶ ἀργὸν ἐξ αὑτοῦ καὶ ἀρρεπὲς αἰτίαν κακοῦ καὶ ἀρχὴν ὑποτίθεσθαι τὸν Πλάτωνα καὶ καλεῖν ἀπειρίαν αἰσχρὰν καὶ κακοποιόν, αὖθις δʼ ἀνάγκην πολλὰ τῷ θεῷ δυσμαχοῦσαν καὶ ἀφηνιάζουσαν. ἡ γάρ ἀναστρέφουσα τὸν οὐρανόν, ὥσπερ ἐν Πολιτικῷ λέγεται, καὶ ἀνελίττουσα πρὸς τοὐναντίον ἀνάγκη καὶ σύμφυτος ἐπιθυμία καὶ τὸ τῆς πάλαι ποτὲ φύσεως σύντροφον πολλῆς μετέχον ἀταξίας, πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι, πόθεν ἐγγέγονε τοῖς πράγμασιν, εἰ τὸ μὲν ὑποκείμενον ἄποιος ἦν ὕλη καὶ ἄμοιρος αἰτίας ἁπάσης, ὁ δὲ δημιουργὸς ἀγαθὸς καὶ πάντα βουλόμενος αὑτῷ κατὰ δύναμιν ἐξομοιῶσαι, τρίτον δὲ παρὰ ταῦτα μηδέν; αἱ γὰρ Στωικαὶ καταλαμβάνουσιν ἡμᾶς ἀπορίαι, τὸ κακὸν ἐκ τοῦ μὴ ὄντος ἀναιτίως καὶ ἀγενήτως ἐπεισάγοντας ἐπεὶ τῶν γʼ ὄντων οὔτε τἀγαθὸν οὔτε τὸ ἄποιον εἰκός ἐστιν οὐσίαν κακοῦ καὶ γένεσιν παρασχεῖν ἀλλὰ ταὐτὸ Πλάτων οὐκ ἔπαθε τοῖς ὕστερον, οὐδὲ παριδὼν ὡς ἐκεῖνοι τὴν μεταξὺ τῆς ὕλης καὶ τοῦ θεοῦ τρίτην ἀρχὴν καὶ δύναμιν ὑπέμεινε τῶν λόγων τὸν ἀτοπώτατον, ἐπεισόδιον οὐκ οἶδʼ ὅπως ποιοῦντα τὴν τῶν κακῶν φύσιν ἀπʼ αὐτομάτου κατὰ συμβεβηκός. Ἐπικούρῳ μὲν γὰρ οὐδʼ ἀκαρὲς ἐγκλῖναι τὴν ἄτομον συγχωροῦσιν, ὡς ἀναίτιον ἐπεισάγοντι κίνησιν ἐκ τοῦ μὴ ὄντος· αὐτοὶ δὲ κακίαν καὶ κακοδαιμονίαν τοσαύτην ἑτέρας τε περὶ σῶμα μυρίας ἀτοπίας καὶ δυσχερείας, αἰτίαν ἐν ταῖς ἀρχαῖς οὐκ ἐχούσας, κατʼ ἐπακολούθησιν γεγονέναι λέγουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme